Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 14

9.5 λογισμοῦ παρὰ τὰ δεινὰ ἑστῶσι φόβον; ταῦτα δὴ διανοηθέντες, ὅσοι τε ὑμῶν ἐν τῷ κατὰ Κελτῶν προτέρῳ πολέμῳ παρεγένεσθε καὶ ὅσοι διὰ νεότητα ἀπελείφθητε αὐτοῦ, οἱ μὲν ἵνα τὴν τότε ἀρετὴν μὴ καταισχύνητε τῇ νῦν δειλίᾳ, οἱ δʼ ἵνα μηδὲν ἐνδεέστεροι γένησθε τῶν πρεσβυτέρων ἐν ἐπιδείξει καλῶν ἔργων, ἴτε, ὦ γενναῖοι παῖδες ἀγαθῶν ζηλωταὶ πατέρων, ἴτε ἀκαταπλήκτως ἐπʼ αὐτοὺς θεούς τε ἀρωγοὺς ἔχοντες, οἳ παρέξουσιν ὑμῖν ἐξουσίαν, οἵας ἐβούλεσθε παρὰ τῶν ἐχθίστων ἀναπράξασθαι δίκας, καὶ στρατηγὸν ἐμέ, ᾧ πολλὴν μὲν εὐβουλίαν μαρτυρεῖτε, πολλὴν δʼ εὐποτμίαν·
9.6 μακάριον μὲν ἕξοντες τὸν ἀπὸ τοῦδε χρόνον, οἷς ἂν ἐγγένηται τὸν ἐπιφανέστατον τῇ πατρίδι στέφανον καταγαγεῖν, καλὴν δὲ καὶ ἀθάνατον εὐκλείαν καταλείψοντες ἀντὶ τοῦ θνητοῦ σώματος νηπίοις παισὶ καὶ γηραιοῖς γονεῦσιν, οἱ ταύτην ἐκπληρώσοντες τὴν τοῦ βίου τελευτήν. οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· κινεῖται γὰρ ἤδη τὸ βάρβαρον στράτευμα χωροῦν ἐφʼ ἡμᾶς. ἀλλʼ ἄπιτε καὶ καθίστασθε εἰς τάξιν. Ambr.
10.1 ἡ μὲν οὖν τῶν βαρβάρων μάχη πολὺ τὸ θηριῶδες καὶ μανικὸν ἔχουσα πλημμελής τις ἦν καὶ σοφίας τῆς ἐν ὅπλοις ἄμοιρος. τοτὲ μὲν γὰρ ἀνατείνοντες ἄνω τὰς μαχαίρας τὸν ἄγριον τρόπον ἔπαιον ὅλοις συνεμπίπτοντες τοῖς ἑαυτῶν σώμασιν, ὥσπερ ὑλοτόμοι τινὲς ἢ σκαπανεῖς, τοτὲ δʼ ἐκ τῶν πλαγίων ἀστοχάστους πληγὰς ἐξέφερον, ὡς αὐτοῖς σκεπαστηρίοις ὅλα διακόψοντες τὰ σώματα τῶν ἀντιπολέμων·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi