Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 15

8.4 οὐ μὴν οὐδὲ τούτῳ γε τῷ ἔργῳ τὸ κοινὸν ὑμᾶς τῶν Σαυνιτῶν ἠδίκησεν· ἰδιόξενοι δέ τινές εἰσιν, ὡς πυνθανόμεθα, καὶ φίλοι τῶν Νεαπολιτῶν οἱ κατὰ τὴν ἑαυτῶν προαίρεσιν τῇ πόλει βοηθοῦντες καί τινες καὶ διʼ ἀπορίαν ἴσως βίου μισθοφόροι. % φέρειν δὲ τοὺς ὑπηκόους ὑμῶν οὐθὲν δεόμεθα· καὶ γὰρ ἄνευ Φουνδανῶν καὶ Φορμιανῶν ἱκανοὶ βοηθεῖν αὑτοῖς ἐσμεν, ἐὰν καταστῶμεν εἰς ἀνάγκην πολέμου.
8.5 ἡ δὲ παρασκευὴ τῆς στρατιᾶς ἡμῶν ἐστιν οὐχ ὡς ἀφαιρησομένων τοὺς ὑμετέρους ἀποίκους τὰ ἴδια, ἀλλʼ ὡς τὰ ἴδια ἑξόντων διὰ φυλακῆς. ἀντιπροκαλούμεθά τε ὑμᾶς, εἰ βούλεσθε τὰ δίκαια ποιεῖν, ἐκχωρεῖν Φρεγέλλης, ἣν οὐ πρὸ πολλοῦ πολέμῳ κρατησάντων ἡμῶν, ὅσπερ ἐστὶ νόμος κτήσεως δικαιότατος, ὑμεῖς οὐδενὶ δικαίῳ σφετερισάμενοι δεύτερον ἔτος ἤδη κατέχετε. τούτων ἡμεῖς τυχόντες οὐδὲν ὑποληψόμεθα ἀδικεῖσθαι. Vrsin.
9.1 μετὰ τοῦτο παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων εἰρηνοδίκης εἶπεν· οὐθὲν ἔτι τὸ κωλῦσόν ἐστιν, οὕτω φανερῶς ἀνῃρη- κότων ὑμῶν τὰ περὶ τῆς εἰρήνης ὅρκια .... βουλεύεσθε τὸν Ῥωμαίων δῆμον αἰτιάσασθαι. πάντα γὰρ αὐτῷ πέπρακται κατὰ τοὺς ἱερούς τε καὶ πατρίους νόμους, τά τε πρὸς τοὺς θεοὺς ὅσια καὶ τὰ πρὸς ἀνθρώπους δίκαια, δικασταὶ δὲ τῶν μενόντων ἐν ταῖς ὁμολογίαις οἱ λαχόντες πολέμους ἐπισκοπεῖν ἔσονται θεοί.
9.2 μέλλων δʼ ἀπιέναι τήν τε περιβολὴν κατὰ κεφαλῆς εἵλκυσε καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανόν, ὡς ἔθος ἐστίν, ἀρὰς ἐποιήσατο τοῖς θεοῖς· εἰ μὲν ἄδικα πάσχουσα ὑπὸ Σαυνιτῶν ἡ Ῥωμαίων πόλις καὶ μὴ δυναμένη μετὰ λόγου καὶ κρίσεως διαλῦσαι τὰς διαφορὰς ἐπὶ τὰ ἔργα χωρήσαι, βουλάς τʼ ἀγαθὰς αὐτῇ θεοὺς καὶ δαίμονας ἐπὶ νοῦν ἄγειν, καὶ % πράξειεν πᾶσι διδόναι τοῖς πολεμίοις ἐντυχεῖν, εἰ δʼ αὐτή τι πλημμελοῦσα περὶ τὰ τῆς φιλίας ὅρκια προφάσεις κατασκευάζεται τῆς ἔχθρας οὐκ ἀληθεῖς, μήτε βουλὰς ὀρθοῦν αὐτοῖς μήτε πράξεις. Ursin.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi