Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 16

2.3 φέρε δὴ κεἰ τοῦτο πεισθέντες ἢ βιασθέντες ἢ ὅ τι δή ποτε παθόντες εἴξουσί τε καὶ ζῆν αὐτοὺς ἐάσουσιν, ἆρʼ ἔτι σοι δοκοῦσι καὶ τὰ χρήματα αὐτοὺς ἐάσειν ἔχειν καὶ μηδεμιᾶς πειραθέντας ἀσχημοσύνης, ὥσπερ ἡρῶάς τινας ἐπʼ ἀγαθῷ τῆσδε τῆς γῆς φανέντας, ὁπότε δόξειεν αὐτοῖς, ἀπελθεῖν, ἀλλʼ οὐχ ὥσπερ θηρία περιχυθέντας διασπάσεσθαι ταῦτα λέγειν ἐπιβαλόμενον ἐμέ;
2.4 οὐχ ὁρᾷς, ὅτι καὶ τοὺς κυνηγοὺς οἱ θηρευταὶ κύνες, ὅταν ἁλῷ θηρίον κατακλεισθὲν ὑπʼ αὐτῶν εἰς τὰ λίνα, περιίστανται τὴν ἐπιβάλλουσαν μοῖραν ἀπαιτοῦντες τῆς ἄγρας, καὶ ἐὰν μὴ μεταλάβωσιν εὐθὺς αἵματος ἢ σπλάγχνων, ἀρράζουσιν ἑπόμενοι καὶ σπαράττουσι τὸν κυνηγόν, καὶ οὔτε διωκόμενοι οὔτε παιόμενοι ἀπείργονται; Ambr.
3.1 διʼ ἡμέρας μὲν ὅλης ἀγωνιζόμενοι τῶν πόνων ἠνείχοντο, ἀφελομένου δὲ τοῦ σκότους τὴν γνῶσιν τῶν τε οἰκείων καὶ τῶν πολεμίων πρὸς τοὺς οἰκείους χάρακας ἀπηλλάγησαν. Ἄππιος Κλαύδιος περὶ τὰς θυσίας παρανομήσας τι ἀπετυφλώθη καὶ Καῖκος προσηγορεύθη· οὕτω γὰρ τοὺς τυφλοὺς Ῥωμαῖοι καλοῦσιν.
3.2 αἱ ἐντοίχιοι γραφαὶ ταῖς τε γραμμαῖς πάνυ ἀκριβεῖς ἦσαν καὶ τοῖς μίγμασιν ἡδεῖαι, παντὸς ἀπηλλαγμένον ἔχουσαι τοῦ καλουμένου ῥώπου τὸ ἀνθηρόν. τὰς νουμηνίας οἱ Ῥωμαῖοι καλάνδας καλοῦσι, τὰς δὲ διχοτόμους νόννας, τὰς δὲ πανσελήνους εἰδούς. Ambr.
3.3 τοῖς δὲ κατὰ μέσην ἀγωνιζομένοις τὴν φάλαγγα ἀσπάθητον οὖσαν καὶ λαγαρὰν οἱ τῇδε τεταγμένοι συμπεσόντες ἐξέωσαν τῆς στάσεως. ὁ κατοικίδιός τε καὶ διοπετὴς πόλεμος ἐμάραινε τὴν ἀκμὴν τῆς πόλεως. ἄνδρας ἱεραγωγοὺς καὶ ἱεραφορίᾳ τετιμημένους. φορᾶς ἀβούλου μεστὸς ἀνὴρ καὶ μανικὸν ἔχων τὸ τολμηρόν, ἰδιογνωμονήσας καὶ ὑφʼ ἑαυτῷ ποιήσας πάντα τὰ τοῦ πολέμου.
3.4 ἔπειτα σὺ τολμᾷς κατηγορεῖν τῆς τύχης ὡς κακῶς τοῖς πράγμασι χρησαμένης ἐπὶ περιτραπέντος αὐτὴν καθίσας σκάφους; οὕτω σκαιὸς ἦν. μέλη τὰ μὲν θεραπείας ἔτι δεόμενα, τὰ δὲ τὰς οὐλὰς ἐφέλκοντα νεωστί. Ambr.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi