Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 19

17.2 τῆς πόλεως ἀγαθῷ· πόθεν γάρ; ἀλλʼ ἵνα προδῷς αὐτὴν τῷ βασιλεῖ, καὶ διὰ σοῦ μὲν ἐκεῖνος ἅπασαν Ἰταλίαν ὑφʼ αὑτῷ ποιήσηται, διʼ ἐκείνου δὲ σὺ τῆς πατρίδος ἀφέλῃ τὴν ἐλευθερίαν. τοῦτο γάρ ἐστιν, ὃ διώκουσιν ἅπαντες οἱ μὴ τὴν ἀληθινήν, ἀλλὰ τὴν προσποιητὸν ἐπιτηδεύσαντες ἀρετήν, ὅταν εἰς ὄγκον καὶ μέγεθος πραγμάτων προέλθωσιν.
17.3 εἰ δὲ δὴ μὴ τὸ πρεσβύτερον ἔχων ἀξίωμα, μηδὲ παρὰ τῶν πολεμίων τῆς πατρίδος, μηδʼ ἐπὶ προδοσίᾳ καὶ τυραννίδι τῶν σεαυτοῦ πολιτῶν ἐδωροδόκεις, ἀλλʼ ἰδιώτης ὢν καὶ παρʼ ἀνδρὸς συμμάχου καὶ ἐπʼ οὐδενὶ κακῷ τῆς πόλεως, ἆρʼ οὐ διʼ ἐκεῖνα τῆς μεγάλης ἄξιος εἶ ζημίας, ὅτι διαφθείρεις μὲν τοὺς νέους πλούτου καὶ τρυφῆς καὶ πολυτελείας βασιλικῆς ζῆλον εἰς τοὺς βίους εἰσάγων, οἷς πολλῆς δεῖ σωφροσύνης, εἰ μέλλει σωθήσεσθαι τὰ κοινά·
17.4 καταισχύνεις δὲ τοὺς σεαυτοῦ προγόνους, ὧν οὐθεὶς ἐξέβη τοὺς πατρίους ἐθισμοὺς οὐδʼ ἠλλάξατο πλοῦτον αἰσχρὸν ἀντὶ πενίας καλῆς, ἀλλʼ ἅπαντες ἐπʼ αὐτῆς ἔμειναν τῆς μικρᾶς οὐσίας, ἣν σὺ
17.5 παραλαβὼν ἐλάττονα ἢ κατὰ σεαυτὸν ἡγήσω· διαφθείρεις δὲ τὴν ἐκ τῶν προτέρων ἐπιτηδευμάτων γενομένην σοι δόξαν, ὡς ἐγκρατὴς καὶ σώφρων καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας κρείττων; ἔπειτα χαιρήσεις κακὸς ἐξ ἀγαθοῦ γενόμενος, ὅτʼ ἔδει σε, καὶ εἰ πρότερον πονηρὸς ἦσθα, πεπαῦσθαι; ἢ τῶν καλῶν τινος ἔτι μεθέξεις τῶν ὀφειλομένων τοῖς ἀγαθοῖς, ἀλλʼ οὐκ ἄπει μάλιστα μὲν ἐκ τῆς πόλεως, εἰ δὲ μή γʼ ἐκ τῆς ἀγορᾶς; Ambr.
18.1 ἂν ταῦτα λέγοντες ἐκγράψωσί με τῆς βουλῆς καὶ μεταγάγωσιν εἰς τὰς τῶν ἀτίμων φυλάς, τί πρὸς αὐτοὺς ἕξω λέγειν δίκαιον ἢ ποιεῖν; τίνα τὸν μετὰ ταῦτα βίον ζήσομαι τηλικαύτῃ περιπεσὼν ἀτιμίᾳ
18.2 καὶ τοὺς ἐξ ἐμαυτοῦ πάντας περιλαβών; σοὶ δὲ αὐτῷ τί χρήσιμος ἔτι φανήσομαι τὸ δύνασθαί τι καὶ τιμᾶσθαι παρὰ τοῖς πολίταις ἀποβαλών, διʼ ἃ νῦν ἐσπούδακας περὶ ἐμοῦ; λείπεται δὴ τὸν οὐδεμίαν ἔτι χώραν ἐν τῇ πατρίδι κατέχειν δυνάμενον ἀπιέναι πανοικεσίᾳ, τὰς ἀσχήμονας αὑτοῦ καταγνόντα φυγάς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi