Kitap 2
30.4
συνελθόντων δὲ πολλῶν ξένων εἰς τὴν ἑορτὴν γυναιξὶν ἅμα καὶ τέκνοις, ἐπειδὴ τάς τε θυσίας ἐπετέλεσε τῷ Ποσειδῶνι καὶ τοὺς ἀγῶνας, τῇ τελευταίᾳ τῶν ἡμερῶν, ᾗ διαλύσειν ἔμελλε τὴν πανήγυριν, παράγγελμα δίδωσι τοῖς νέοις, ἡνίκʼ ἂν αὐτὸς ἄρῃ τὸ σημεῖον ἁρπάζειν τὰς παρούσας ἐπὶ τὴν θέαν παρθένους, αἷς ἂν ἐπιτύχωσιν ἕκαστοι, καὶ φυλάττειν ἁγνὰς ἐκείνην τὴν νύκτα, τῇ δʼ
30.5
ἑξῆς ἡμέρᾳ πρὸς ἑαυτὸν ἄγειν. οἱ μὲν δὴ νέοι διαστάντες κατὰ συστροφάς, ἐπειδὴ τὸ σύνθημα ἀρθὲν εἶδον τρέπονται πρὸς τὴν τῶν παρθένων ἁρπαγήν, ταραχὴ δὲ τῶν ξένων εὐθὺς ἐγένετο καὶ φυγὴ μεῖζόν τι κακὸν ὑφορωμένων. τῇ δʼ ἑξῆς ἡμέρᾳ προαχθεισῶν τῶν παρθένων, παραμυθησάμενος αὐτῶν τὴν ἀθυμίαν ὁ Ῥωμύλος, ὡς οὐκ ἐφʼ ὕβρει τῆς ἁρπαγῆς ἀλλʼ ἐπὶ γάμῳ γενομένης, Ἑλληνικόν τε καὶ ἀρχαῖον ἀποφαίνων τὸ ἔθος καὶ τρόπων συμπάντων καθʼ οὓς συνάπτονται γάμοι ταῖς γυναιξὶν ἐπιφανέστατον, ἠξίου στέργειν τοὺς δοθέντας αὐταῖς ἄνδρας ὑπὸ τῆς τύχης·
30.6
καὶ μετὰ τοῦτο διαριθμήσας τὰς κόρας ἑξακοσίας τε καὶ ὀγδοήκοντα καὶ τρεῖς εὑρεθείσας κατέλεξεν αὖθις ἐκ τῶν ἀγάμων ἄνδρας ἰσαρίθμους, οἷς αὐτὰς συνήρμοττε κατὰ τοὺς πατρίους ἑκάστης ἐθισμούς, ἐπὶ κοινωνίᾳ πυρὸς καὶ ὕδατος ἐγγυῶν τοὺς γάμους, ὡς καὶ μέχρι τῶν καθʼ ἡμᾶς ἐπιτελοῦνται χρόνων.
31.1
ταῦτα δὲ γενέσθαι τινὲς μὲν γράφουσι κατὰ τὸν πρῶτον ἐνιαυτὸν τῆς Ῥωμύλου ἀρχῆς, Γναῖος δὲ Γέλλιος κατὰ τὸν τέταρτον· ὃ καὶ μᾶλλον εἰκός. νέον γὰρ οἰκιζομένης πόλεως ἡγεμόνα πρὶν ἢ καταστήσασθαι τὴν πολιτείαν ἔργῳ τηλικούτῳ ἐπιχειρεῖν οὐκ ἔχει λόγον. τῆς δὲ ἁρπαγῆς τὴν αἰτίαν οἱ μὲν εἰς σπάνιν γυναικῶν ἀναφέρουσιν, οἱ δʼ εἰς ἀφορμὴν πολέμου, οἱ δὲ τὰ πιθανώτατα γράφοντες, οἷς κἀγὼ συγκατεθέμην, εἰς τὸ συνάψαι φιλότητα πρὸς τὰς πλησιοχώρους πόλεις ἀναγκαίαν.