Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 2

32.3 τέως μὲν οὖν πρὸς τὸ Σαβίνων ἔθνος ἀποστέλλουσαι πρέσβεις ἐκείνους ἠξίουν τὴν ἡγεμονίαν τοῦ πολέμου παραλαβεῖν ἰσχύν τε μεγίστην ἔχοντας καὶ χρήμασι πλείοσι δυναμένους ἄρχειν τε ἀξιοῦντας τῶν πλησιοχώρων καὶ οὐκ ἐλάχιστα τῶν ἄλλων περιυβρισμένους· τῶν γὰρ ἡρπασμένων αἱ πλείους ἦσαν ἐκείνων.
33.1 Επεὶ δʼ οὐδὲν ἐπέραινον ἀντικαθισταμένων αὐταῖς τῶν παρὰ τοῦ Ῥωμύλου πρεσβειῶν καὶ θεραπευουσῶν λόγοις τε καὶ ἔργοις τὸ ἔθνος, ἀχθόμεναι τῇ τριβῇ τοῦ χρόνου μελλόντων ἀεὶ τῶν Σαβίνων καὶ ἀναβαλλομένων εἰς χρόνους μακροὺς τὴν περὶ τοῦ πολέμου βουλὴν αὐταὶ καθʼ ἑαυτὰς ἔγνωσαν τοῖς Ῥωμαίοις πολεμεῖν, ἀποχρῆν οἰόμεναι τὴν οἰκείαν δύναμιν, εἰ καθʼ ἓν αἱ τρεῖς γένοιντο, μίαν ἄρασθαι πόλιν οὐ μεγάλην. ἐβουλεύσαντο μὲν ταῦτα, συνελθεῖν δʼ οὐκ ἔφθησαν εἰς ἓν ἅπασαι στρατόπεδον προεξαναστάντων προχειρότερον τῶν ἐκ τῆς Καινίνης,
33.2 οἵπερ καὶ μάλιστα ἐδόκουν τὸν πόλεμον ἐνάγειν. ἐξεστρατευμένων δὲ τούτων καὶ δῃούντων τὴν ὅμορον ἐξαγαγὼν τὴν δύναμιν ὁ Ῥωμύλος, ἀφυλάκτοις οὖσιν ἔτι τοῖς πολεμίοις ἀπροσδοκήτως ἐπιτίθεται καὶ τοῦ τε χάρακος αὐτῶν ἀρτίως ἱδρυμένου γίνεται κύριος τοῖς τε φεύγουσιν εἰς τὴν πόλιν ἐκ ποδὸς ἑπόμενος οὐδέπω τῶν ἔνδον πεπυσμένων τὴν περὶ τοὺς σφετέρους συμφορὰν τεῖχός τε ἀφύλακτον εὑρὼν καὶ πύλας ἀκλείστους αἱρεῖ τὴν πόλιν ἐξ ἐφόδου καὶ τὸν βασιλέα τῶν Καινινιτῶν ὑπαντήσαντα σὺν καρτερᾷ χειρὶ μαχόμενος αὐτοχειρίᾳ κτείνει καὶ τὰ ὅπλα ἀφαιρεῖται.
34.1 τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως τὰ ὅπλα παραδοῦναι τοὺς ἁλόντας κελεύσας καὶ παῖδας εἰς ὁμηρείαν, οὓς ἐβούλετο, λαβὼν ἐπὶ τοὺς Ἀντεμνάτας ἐχώρει. γενόμενος δὲ καὶ τῆς ἐκείνων δυνάμεως ἐσκεδασμένης ἔτι κατὰ τὰς προνομὰς τῇ παρʼ ἐλπίδας ἐφόδῳ καθάπερ καὶ τῆς προτέρας ἐγκρατὴς καὶ τὰ αὐτὰ τοὺς ἁλόντας διαθεὶς ἀπῆγεν ἐπʼ οἴκου τὴν δύναμιν, ἄγων σκῦλά τε ἀπὸ τῶν πεπτωκότων κατὰ τὴν μάχην καὶ ἀκροθίνια λαφύρων θεοῖς, καὶ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi