Kitap 2
44.1
ταῖς δʼ ἑξῆς ἡμέραις οἵ τε Σαβῖνοι ἐν βουλῇ ἐγίνοντο πότερον ἀποίσουσιν ἐπʼ οἴκου τὰς δυνάμεις, ὅσα δύνανται τῆς χώρας τῶν πολεμίων κακώσαντες, ἢ προσμεταπέμπωνται στρατιὰν ἑτέραν οἴκοθεν καὶ προσμένωσι λιπαροῦντες ἕως τὸ κάλλιστον
44.2
ἐπιθήσουσι τῷ πολέμῳ τέλος. πονηρὸν δὲ αὐτοῖς καὶ τὸ ἀπιέναι μετʼ αἰσχύνης τῆς ἀπράκτου ἀναχωρήσεως ἐφαίνετο εἶναι καὶ τὸ μένειν οὐδενός σφισι χωροῦντος κατʼ ἐλπίδα. συμβάσεως δὲ πέρι τὸ διαλέγεσθαι πρὸς τοὺς ἐχθρούς, ἥνπερ ἐδόκουν εἶναι μόνην εὐπρεπῆ τοῦ πολέμου ἀπαλλαγήν, οὐχ ἑαυτοῖς
44.3
μᾶλλον ἢ Ῥωμαίοις ἁρμόττειν ὑπελάμβανον· Ῥωμαῖοι δὲ οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον τῶν Σαβίνων εἰς πολλὴν ἀπορίαν ἐνέπιπτον ὅ τι χρήσαιντο τοῖς πράγμασιν. οὔτε γὰρ ἀποδιδόναι τὰς γυναῖκας ἠξίουν οὔτε κατέχειν· τῷ μὲν ἧτταν ὁμολογουμένην ἀκολουθεῖν οἰόμενοι καὶ ἀναγκαῖόν σφισιν ἐσόμενον πᾶν ὅ τι ἂν ἄλλο ἐπιταχθῶσιν ὑπομένειν, τῷ δὲ πολλὰ καὶ δεινὰ ἐπιδεῖν χωρας τε πορθουμένης καὶ νεότητος τῆς κρατίστης ἀπολλυμένης· περὶ φιλίας τε εἰ διαλέγοιντο πρὸς τοὺς Σαβίνους, οὐδενὸς ὑπελάμβανον τεύξεσθαι τῶν μετρίων διὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δʼ ὅτι ταῖς αὐθαδείαις οὐ μετριότης γίνεται πρὸς τὸ ἀντίπαλον ἐπὶ θεραπείας τραπόμενον ἀλλὰ βαρύτης.
45.1
ἐν ᾧ δὲ ἀμφότεροι ταῦτα διαλογιζόμενοι καὶ οὔτε μάχης ἄρχειν τολμῶντες οὔτε περὶ φιλίας διαλεγόμενοι παρεῖλκον τὸν χρόνον, αἱ Ῥωμαίων γυναῖκες ὅσαι τοῦ Σαβίνων ἐτύγχανον οὖσαι γένους, διʼ ἃς ὁ πόλεμος συνειστήκει, συνελθοῦσαι δίχα τῶν ἀνδρῶν εἰς ἓν χωρίον καὶ λόγον ἑαυταῖς δοῦσαι γνώμην ἐποιήσαντο συμβατηρίων ἄρξαι πρὸς ἀμφοτέρους αὐταὶ λόγων.
45.2
ἡ δὲ τοῦτο εἰσηγησαμένη τὸ βούλευμα ταῖς γυναιξὶν Ἑρσιλία μὲν ἐκαλεῖτο, γένους δʼ οὐκ ἀφανοῦς ἦν ἐν Σαβίνοις. ταύτην δʼ οἱ μέν φασι γεγαμημένην ἤδη σὺν ταῖς ἄλλαις ἁρπασθῆναι κόραις ὡς παρθένον, οἱ δὲ τὰ πιθανώτατα γράφοντες ἑκοῦσαν ὑπομεῖναι λέγουσι μετὰ θυγατρός· ἁρπασθῆναι γὰρ δὴ κἀκείνης θυγατέρα μονογενῆ.