Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 2

60.7 καλεῖν αὐτοὺς ἐπὶ τὸ δεῖπνον· παραγενομένοις δὲ κατὰ τὴν ἀποδειχθεῖσαν ὥραν ἐπιδεῖξαι στρωμνάς τε πολυτελεῖς καὶ τραπέζας ἐκπωμάτων γεμούσας πολλῶν καὶ καλῶν ἑστίασίν τε αὐτοῖς παραθεῖναι κατακλιθεῖσιν ἁπάσης ἐδωδῆς, ἣν οὐδʼ ἂν ἐκ πολλοῦ πάνυ χρόνου παρασκευάσασθαί τινι τῶν τότε ἀνθρώπων ῥᾴδιον ἦν. τοῖς δὲ Ῥωμαίοις κατάπληξίν τε πρὸς ἕκαστον τῶν ὁρωμένων ὑπελθεῖν καὶ δόξαν ἐξ ἐκείνου τοῦ χρόνου παραστῆναι βέβαιον, ὅτι θεά τις αὐτῷ συνῆν.
61.1 οἱ δὲ τὰ μυθώδη πάντα περιαιροῦντες ἐκ τῆς ἱστορίας πεπλάσθαι φασὶν ὑπὸ τοῦ Νόμα τὸν περὶ τῆς Ἠγερίας λόγον, ἵνα ῥᾷον αὐτῷ προσέχωσιν οἱ τὰ θεῖα δεδιότες καὶ προθύμως δέχωνται τοὺς ὑπʼ αὐτοῦ τιθεμένους νόμους, ὡς παρὰ θεῶν κομιζομένους.
61.2 λαβεῖν δὲ αὐτὸν τὴν τούτων μίμησιν ἀποφαίνουσιν ἐκ τῶν Ἑλληνικῶν παραδειγμάτων ζηλωτὴν γενόμενον τῆς τε Μίνω τοῦ Κρητὸς καὶ τῆς Λυκούργου τοῦ Λακεδαιμονίου σοφίας· ὧν ὁ μὲν ὁμιλητὴς ἔφη γενέσθαι τοῦ Διὸς καὶ φοιτῶν εἰς τὸ Δικταῖον ὄρος, ἐν ᾧ τραφῆναι τὸν Δία μυθολογοῦσιν οἱ Κρῆτες ὑπὸ τῶν Κουρήτων νεογνὸν ὄντα, κατέβαινεν εἰς τὸ ἱερὸν ἄντρον καὶ τοὺς νόμους ἐκεῖ συντιθεὶς ἐκόμιζεν, οὓς ἀπέφαινε παρὰ τοῦ Διὸς λαμβάνειν· ὁ δὲ Λυκοῦργος εἰς Δελφοὺς ἀφικνούμενος ὑπὸ τοῦ
61.3 Ἀπόλλωνος ἔφη διδάσκεσθαι τὴν νομοθεσίαν. τὸ μὲν οὖν ἀκριβολογεῖσθαι περὶ τῶν μυθικῶν ἱστορημάτων καὶ μάλιστα τῶν εἰς θεοὺς ἀναφερομένων μακρῶν λόγων δεόμενον ὁρῶν ἐάσω, ἃ δέ μοι δοκοῦσιν ἀγαθὰ Ῥωμαῖοι λαβεῖν ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς ἀρχῆς, ὡς ἐκ τῶν ἐπιχωρίων ἔμαθον ἱστοριῶν ἀφηγήσομαι, προειπὼν ἐν οἵαις ἐτύγχανε ταραχαῖς τὰ πράγματα τῆς πόλεως ὄντα, πρὶν ἐκεῖνον ἐπὶ τὴν βασιλείαν παρελθεῖν.
62.1 μετὰ τὴν Ῥωμύλου τελευτὴν ἡ βουλὴ τῶν κοινῶν γενομένη κυρία καὶ χρόνον ἐνιαύσιον, ὥσπερ ἔφην, κατασχοῦσα τὴν δυναστείαν διαφέρεσθαι καὶ στασιάζειν αὐτὴ πρὸς ἑαυτὴν ἤρξατο περὶ τοῦ πλείονός τε καὶ ἴσου. ὅσον μὲν γὰρ αὐτῆς μέρος Ἀλβανῶν ἦν ἀπὸ τῶν ἅμα Ῥωμύλῳ τὴν ἀποικίαν στειλάντων, γνώμης τε ἄρχειν ἠξίου καὶ τιμῶν τὰς μεγίστας λαμβάνειν καὶ θεραπεύεσθαι πρὸς τῶν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi