Kitap 20
1.1
Πύρρου καὶ Ῥωμαίων ὑπάτων Ποπλίου Δεκίου καὶ Ποπλίου Σουλπικίου συνθέμενοι δὲ διὰ κηρύκων τὸν χρόνον, ἐν ᾧ διαγωνιοῦνται, κατέβαινον ἐκ τῶν στρατοπέδων καὶ εἰς τάξιν καθίσταντο τοιάνδε· βασιλεὺς μὲν Πύρρος τὴν Μακεδονικὴν φάλαγγα πρώτην ἔταξεν ἐπὶ τοῦ δεξιοῦ κέρατος καὶ μετʼ αὐτὴν τοὺς ἐκ τοῦ Τάραντος μισθοφόρους Ἰταλιώτας.
1.2
ἔπειτα τοὺς ἐξ Ἀμπρακίας καὶ μετʼ αὐτοὺς τὴν Ταραντίνων λεύκασπιν φάλαγγα, ἑξῆς δὲ τὸ Βρεττίων καὶ Λευκανῶν συμμαχικόν. ἐπὶ μέσης δὲ τῆς φάλαγγος Θεσπρωτούς τε καὶ Χάονας, τούτοις δὲ συνεχεῖς τοὺς Αἰτωλῶν καὶ Ἀκαρνάνων καὶ Ἀθαμάνων μισθοφόρους, τελευταίους δὲ Σαυνίτας τὸ
1.3
λαιὸν ἐκπληροῦντας κέρας. τῆς δὲ ἵππου τὴν μὲν Σαυνῖτιν καὶ Θετταλικὴν καὶ Βρεττίαν καὶ τὴν ἐκ τοῦ Τάραντος μισθοφόρον ἐπὶ τοῦ δεξιοῦ κέρατος ἔστησεν, τὴν δὲ Ἀμπρακιῶτιν καὶ Λευκανὴν καὶ Ταραντίνην καὶ τὴν Ἑλληνικὴν μισθοφόρον, ἣν ἐξεπλήρουν Ἀκαρνᾶνές τε καὶ Αἰτωλοὶ καὶ Μακεδόνες καὶ Ἀθαμᾶνες ἐπὶ τοῦ λαιοῦ.
1.4
τοὺς δὲ ψιλοὺς καὶ τοὺς ἐλέφαντας διχῇ νείμας ἀμφοτέρων κατόπιν ἔστησε τῶν κεράτων, σύμμετρόν τι χωρίον ἀφεστῶτας ὀλίγον ἐπανεστηκὸς τοῦ πεδίου. αὐτὸς δὲ τὸ καλούμενον βασιλικὸν ἄγημα τῶν ἐπιλέκτων ἱππέων ὁμοῦ τι δισχιλίων περὶ αὑτὸν ἔχων ἐκτὸς ἦν τάξεως, ὥστε εἶναι τοῖς κάμνουσιν αἰεὶ τῶν σφετέρων ἐξ ἑτοίμου παρεῖναι. οἱ δὲ ὕπατοι κατὰ μὲν τὸ λαιὸν κέρας ἔστησαν τάγμα τὸ καλούμενον πρῶτον ἐναντίον τῇ Μακεδονικῇ καὶ Ἀμπρακιωτικῇ φάλαγγι καὶ τοῖς μισθοφόροις τῶν Ταραντίνων. ἑπόμενον δὲ τῷ πρώτῳ τάγματι τὸ τρίτον, καθʼ ὃ μέρος ἡ λεύκασπις ἦν τῶν Ταραντίνων φάλαγξ καὶ τὸ Βρεττίων καὶ τὸ Λευκανῶν συμμαχικόν.
1.5
συναφὲς δὲ τῷ τρίτῳ τὸ τέταρτον ἔστησαν κατὰ τοὺς Μολοττούς τε καὶ Χάονας καὶ Θεσπρωτούς· τὸ δὲ δεύτερον ἐπὶ τοῦ δεξιοῦ κέρως ἐναντίον τοῖς μισθοφόροις τοῖς ἀπὸ τῆς Ἑλλάδος Αἰτωλοῖς καὶ Ἀκαρνᾶσι καὶ Ἀθαμᾶσι καὶ τῇ Σαυνιτῶν θυρεαφόρῳ φάλαγγι. Λατίνους δὲ καὶ Καμπανοὺς καὶ Σαβίνους καὶ Ὀμβρικοὺς καὶ Οὐολούσκους καὶ Μαρουγκίνους καὶ Πελίγνους καὶ Φρεντανοὺς καὶ τοὺς ἄλλους ὑπηκόους, εἰς τέτταρα διελόντες μέρη, τοῖς Ῥωμαικοῖς παρενέβαλον