Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 20

15.1 οἱ Βρέττιοι ἑκόντες ὑποταγέντες Ῥωμαίοις τὴν ἡμίσειαν τῆς ὀρεινῆς παρέδωκαν αὐτοῖς, ἣ καλεῖται μὲν Σίλα, μεστὴ δʼ ἐστὶν ὕλης εἰς οἰκοδομάς τε καὶ ναυπηγίας καὶ πᾶσαν ἄλλην κατασκευὴν εὐθέτου· πολλὴ μὲν γὰρ ἐλάτη πέφυκεν οὐρανομήκης ἐν αὐτῇ, πολλὴ δὲ αἴγειρος, πολλὴ δὲ πίειρα πεύκη ὀξύη τε καὶ πίτυς καὶ φηγὸς ἀμφιλαφὴς καὶ μελίαι ταῖς διαρρεούσαις λιβάσι πιαινόμεναι, καὶ πᾶσα ἄλλη βαθεῖα συνυφαινομένη τοῖς κλάδοις ὕλη σκιερὸν ἀποτελοῦσα δι’ ὅλης ἡμέρας τὸ ὄρος.
15.2 ἐξ ἧς ἡ μὲν ἔγγιστα θαλάττης καὶ ποταμῶν φυομένη τμηθεῖσα τὴν ἀπὸ ῥίζης τομὴν ὁλόκληρος ἐπὶ τοὺς λιμένας τοὺς ἔγγιστα κατάγεται, πάσῃ διαρκὴς Ἰταλίᾳ πρός τε τὰ ναυτικὰ καὶ πρὸς τὰς τῶν οἰκιῶν κατασκευάς· ἡ δὲ ἄνω θαλάττης καὶ ποταμῶν πρόσω κορμασθεῖσα κατὰ μέρη κώπας τε παρέχει καὶ κοντοὺς καὶ ὅπλα παντοῖα καὶ σκεύη τὰ κατοικίδια, φοράδην ὑπʼ ἀνθρώπων κομιζομένη· ἡ δὲ πλείστη καὶ πιοτάτη πιττουργεῖται καὶ παρέχει πασῶν ὧν ἴσμεν ἡμεῖς εὐωδεστάτην τε καὶ γλυκυτάτην τὴν καλουμένην Βρεττίαν πίτταν· ἀφʼ ἧς μεγάλας ὁ τῶν Ῥωμαίων δῆμος καθʼ ἕκαστον ἐνιαυτὸν ἐκ τῶν μισθώσεων λαμβάνει προσόδους. Ambr.
16.1 ἐγένετο δευτέρα ἐπανάστασις ἐν τῇ πόλει τῶν Ῥηγίνων ὑπὸ τῆς καταλειφθείσης αὐτόθι Ῥωμαικῆς καὶ συμμαχικῆς φρουρᾶς, καὶ διʼ αὐτὴν σφαγαί τε πολλῶν ἀνθρώπων καὶ φυγαί. τούτους τιμωρησόμενος τοὺς ἀποστάντας ἅτερος τῶν ὑπάτων Γάιος Γενύκιος ἐξήγαγε τὴν στρατιάν· γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς Ῥηγίνων μὲν τοῖς φυγάσι ἀπέδωκε τὰ ἑαυτῶν ἔχειν, τοὺς δὲ ἐπιθεμένους τῇ πόλει συλλαβὼν δεσμίους εἰς Ῥώμην ἀπήγαγεν· ἐφʼ οἷς οὕτως ὠργίσθη καὶ ἠγανάκτησεν ἥ τε βουλὴ καὶ ὁ δῆμος, ὥστε μηδεμίαν γνώμην ἐπιεικῆ γενέσθαι περὶ αὐτῶν, ἀλλὰ πάσαις ταῖς φυλαῖς ἁπάντων τῶν ἐν ταῖς αἰτίαις τὸν ἐπὶ τοῖς κακουργοῖς τεταγμένον ὑπὸ τῶν νόμων καταψηφισθῆναι θάνατον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi