Kitap 20
4.2
ὅτε Λευκανοὶ καὶ Βρέττιοι δυνάμεσι πολλαῖς ἐπὶ Θουρίους στρατεύσαντες τήν τε χώραν αὐτῶν ἐξεπόρθησαν καὶ τὴν πόλιν περιχαρακώσαντες ἐπολιόρκουν — ἐφʼ οὓς ἀπεστάλη Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Φαβρίκιος ὁ ὕπατος — φοβηθέντες οἱ Ῥηγῖνοι, μὴ καὶ ἐπὶ σφᾶς οἱ βάρβαροι Ῥωμαίων ἀπελθόντων στρατιὰν ἀποστείλωσι, καὶ τὴν Ταραντίνων πόλιν ἐν ὑποψίαις ἔχοντες ἐδεήθησαν τοῦ Φαβρικίου δύναμιν τῇ πόλει λιπεῖν πρὸς τὰς αἰφνιδίους τῶν βαρβάρων ἐπιδρομάς, καὶ εἴ τις ἐκ τῶν Ταραντίνων ἐπιβουλή σφισιν ἀπροσδόκητος γένοιτο. καὶ λαμβάνουσι Καμπανοὺς μὲν ὀκτακοσίους, Σιδικίνους δὲ τετρακοσίους, ὧν ἁπάντων ἡγεῖτο Δέκιος Καμπανὸς τὸ γένος.
4.3
οὗτος ὁ ἀνήρ, ὅτε κατάγοιτο παρὰ τοὺς ἐπιφανεστάτους τῶν ἐπιχωρίων ἑστιάσεις τε λαμπρὰς κατὰ τὴν φιλοφροσύνην τῶν ξένων ἑστιώμενος καὶ κατασκευὰς οἰκιῶν λαμπρὰς καὶ βαθυπλούτους παρὰ πολλοῖς ὁρῶν κατʼ ἀρχὰς μὲν ἐμακάριζε τοὺς Ῥηγίνους τῆς εὐδαιμονίας, ἔπειθʼ ὡς ἀναξίοις ἐφθόνει, τελευτῶν δʼ ὡς πολεμίοις ἐπιβουλεύειν ἤρξατο.
4.4
καὶ προσλαβὼν κοινωνὸν τῶν ἀπορρήτων βουλευμάτων τὸν γραμματέα, πανοῦργον ἄνδρα καὶ πάσης πονηρίας ἀρχιτέκτονα, πρὸς αὐτοῦ πάντας Ῥηγίνους ἀποκτεῖναι καὶ τὴν εὐδαιμονίαν αὐτῶν τὴν μὲν αὐτὸς κατασχεῖν, τὴν δὲ τοῖς στρατιώταις διελεῖν, λέγοντος, ὅτι Μεσσήνην ὀλίγῳ πρότερον εἷλον ... ὑφʼ οὗ πεισθεὶς καὶ τὸν τρόπον τῆς ἐπιχειρήσεως σὺν αὐτῷ βουλευσάμενος, τοὺς ταγματάρχας καὶ τοὺς ἐπιφανεστάτους τῶν στρατιωτῶν εἰς τὸ συνέδριον ἐκάλεσεν· δεηθεὶς δὲ ἁπάντων ἀπορρήτους φυλάξαι τοὺς λόγους κίνδυνον ἔφη μέγαν αὐτῷ ἐπικρεμασθῆναι πολλῆς πάνυ φυλακῆς καὶ ταχείας δεόμενον, ὡς τοῦ καιροῦ μὴ διδόντος ἀναστροφήν. πεπυσμένους γὰρ τὴν Πύρρου διάβασιν τοὺς ἐπιφανεστάτους Ῥηγίνων κρύφα διαπέμπεσθαι πρὸς αὐτὸν ὑπισχνουμένους κατασφάξειν τὴν φρουρὰν καὶ παραδώσειν ἐκείνῳ τὴν πόλιν.