Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 20

5.2 φθάσασα δὲ τὴν Ῥωμαίων ἄφιξιν ἡ τοῦ δαιμονίου πρόνοια τὸν ἡγεμόνα τῆς φρουρᾶς Δέκιον ἀντὶ τῶν ἀνοσίων βουλευμάτων εἰς τὰ κυριώτατα τοῦ ζῆν ἐτιμωρήσατο μέρη, νόσον εἰς τοὺς ὀφθαλμοὺς ἐμβαλοῦσα δεινὰς περιωδυνίας φέρουσαν· ἣν ἰάσασθαι προθυμούμενος ἅνθρωπος ἐκ Μεσσήνης ἰατρὸν μεταπέμπεται, Δεξικράτην ὄνομα, πυνθανόμενος ἄριστον εἶναι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἰατρῶν, ἀγνοῶν δὲ ὅτι Ῥηγῖνος ἦν τὸ γένος· ὃς ἀφικόμενος εἰς τὸ Ῥήγιον ἐναλείφει τοὺς ὀφθαλμοὺς αὐτοῦ καυστικῷ φαρμάκῳ καὶ διακελευσάμενος ἀνέχεσθαι τὰς περιωδυνίας, ἕως ἂν ἀφίκηται, καταβὰς ἐπὶ θάλατταν εἰς τὸ παρεσκευασμένον πορθμεῖον ἐνέβη καὶ πρὶν αἰσθέσθαι τινὰ τὸ πραχθὲν εἰς Μεσσήνην ἀπέπλευσεν.
5.3 Δέκιος δὲ μέχρι μέν τινος ἐκκαιομένης τῆς ὁράσεως ἀλγηδόνας τε δεινὰς ὑπομένων ἠνείχετο τὸν ἰατρὸν προσδεχόμενος, ὡς δὲ πολὺς ἐγίγνετο ὁ χρόνος καὶ τὰς περιωδυνίας ἀδύνατος ἦν ἔτι φέρειν, σπογγίσας τὸ φάρμακον καὶ τοὺς ὀφθαλμοὺς ἀνοίξας ἔγνω τὰς ὄψεις ἐκκεκαυμένος καὶ τὸν ἐξ ἐκείνου χρόνον διέμεινε τυφλός· ἡμέρας τε ὀλίγας ἔτι περιενέγκας ὑποχείριος τοῖς Ῥωμαίοις γίγνεται συλληφθεὶς ὑπὸ τῶν ἰδίων.
5.4 ταύτην γὰρ οἰόμενοί τινες ἀπολογίαν Φαβρικίου τήν τε πόλιν ἀνέῳξαν τῷ στρατηγῷ καὶ τὸν Δέκιον δήσαντες παρέδοσαν Φαβρικίῳ. ὁ δὲ τὴν μὲν πόλιν ἀποδίδωσι τοῖς περιοῦσι Ῥηγίνων, τοὺς δὲ φρουροὺς ἅπαντα καταλιπεῖν αὐτόθι κελεύσας ἀπήγαγεν οὐδὲν ἐπιφερομένους ἔξω τῶν ὅπλων·
5.5 ἐξ ὧν τοὺς κορυφαιοτάτους ἄνδρας ἐπιλεξάμενος, οὓς ἀπέφαινον οἱ λοιποὶ τῶν ἀνοσίων βουλευμάτων εἶναι κοινωνούς, δεσμίους εἰς Ῥώμην ἤγαγεν· οὓς ἐν ἀγορᾷ μάστιξιν αἰκισάμενοι, ὡς ἦν πάτριον ἐπὶ τοῖς κακούργοις κείμενον, ἀπέκτειναν τῷ πελέκει τὰς κεφαλὰς ἀποκοπέντας, ἐκτὸς Δεκίου καὶ τοῦ γραμματέως· οὗτοι δὲ παρακρουσάμενοι τοὺς φυλάττοντας ἢ χρήμασιν ὠνησάμενοι τὸ μὴ μεθʼ ὕβρεως ἀποθανεῖν ἑαυτοὺς διεχειρίσαντο. καὶ ταῦτα μὲν ἐπὶ τούτοις. εσξ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi