Kitap 3
8.1
ταῦτʼ εἰπὼν δίδωσι τῶν παρόντων τινὶ ἀναγνῶναι τὰς ἐπιστολάς, ἃς αὐτῷ κεκομικώς τις ἐτύγχανε παρὰ τῶν ἐν Φιδήνῃ ξένων καὶ τὸν κομίσαντα αὐτὰς παρήγαγεν. ἀναγνωσθεισῶν δὲ τῶν ἐπιστολῶν καὶ τοῦ ἀνδρὸς ἐξηγησαμένου πάντα ὅσα παρὰ τῶν ἐπιτιθεμένων αὐτὰς ἀπὸ στόματος ἤκουσεν ἐκπλήξεώς τε μεγάλης κατασχούσης τοὺς ἀκούοντας, οἷα εἰκὸς ἐπὶ τηλικούτῳ κακῷ παρʼ ἐλπίδας ἀκουσθέντι, μικρὸν ἐπισχὼν ὁ Φουφέττιος πάλιν ἔλεξεν·
8.2
ἀκηκόατε τὰς αἰτίας, ἄνδρες Ῥωμαῖοι, διʼ ἃς ἐγὼ τέως μὲν ἀνεβαλλόμην τοὺς πρὸς ὑμᾶς ἀγῶνας, νῦν δὲ καὶ τῶν περὶ φιλίας ἠξίωσα πρότερος ἄρχειν λόγων. ὑμεῖς δὲ τὸ μετὰ τοῦτο ἤδη σκοπεῖσθε, πότερον οἴεσθε δεῖν περὶ βοιδίων καὶ προβατίων ἁρπαγῆς ἄσπειστον πόλεμον φυλάττειν πρὸς τοὺς κτίσαντας καὶ πατέρας, ἐν ᾧ καὶ κρατηθέντες ἀπολεῖσθε καὶ κρατήσαντες, ἢ διαλυσάμενοι τὴν πρὸς τοὺς συγγενεῖς ἔχθραν μεθʼ ἡμῶν ἐπὶ τοὺς κοινοὺς ἐχθροὺς χωρεῖν, οἵ γε οὐ μόνον ἀπόστασιν ἐβούλευσαν ἀφʼ ὑμῶν, ἀλλὰ καὶ ἐπανάστασιν, οὔτε πεπονθότες οὐδὲν δεινὸν οὔτε μὴ πάθωσι δεδιότες, καὶ οὐδʼ ἐκ τοῦ φανεροῦ ἐπέθεντο ἡμῖν, ὡς ὁ κοινὸς ἀξιοῖ τοῦ πολέμου νόμος, ἀλλʼ ὑπὸ σκότους, ὡς ἂν ἥκιστα ὑπίδοιτό τις αὐτῶν τὴν ἐπιβουλὴν καὶ φυλάξαιτο.
8.3
ἀλλὰ γὰρ ὅτι μὲν ἐπὶ τοὺς ἀνοσίους ἀνθρώπους ἰτέον ἡμῖν ἁπάσῃ σπουδῇ καταλυσαμένοις τὰ ἔχθη ʽμανίας γὰρ θάτερα ἀξιοῦνʼ ὡς ἐγνωκόσιν ὑμῖν καὶ ποιήσουσιν οὐδὲν δέομαι πλείω λέγειν καὶ παρακελεύεσθαι. ὃν δὲ τρόπον αἱ διαλύσεις καλαὶ καὶ συμφέρουσαι γένοιντʼ ἂν ἀμφοτέραις ταῖς πόλεσι ʽτοῦτο γὰρ ἴσως ποθεῖτε ἀκοῦσαι πάλαἰ νῦν ἤδη πειράσομαι λέγειν.
8.4
ἐγὼ νομίζω κρατίστας μὲν εἶναι διαλλαγὰς καὶ πρεπωδεστάτας συγγενέσι καὶ φίλοις πρὸς ἀλλήλους, ἐν αἷς οὐδέν ἐστιν ἔγκοτον οὐδὲ μνησίκακον ἀφέσεως ἅπασι πρὸς ἅπαντας ὑπὲρ ὧν ἔδρασαν ἢ ἔπαθον ἀδόλου γινομένης, ἧττον δὲ τούτων εὐπρεπεῖς, ἐν αἷς τὸ μὲν πλῆθος ἀπολύεται τῶν ἐγκλημάτων, οἱ δὲ ἀδικήσαντες ἀλλήλους ἀναγκάζονται δίκας ὑπέχειν λόγῳ κρινόμενοι καὶ νόμῳ.