Kitap 3
11.10
πολλὰ εἶχον ἔτι καὶ ἰσχυρά, ὦ Φουφέττιε, πρὸς τὰς δικαιώσεις, ἃς σὺ παρέσχου, λέγειν· μάταιον δὲ ὁρῶν τὸν λόγον καὶ ἐν ἴσῳ τὰ πολλὰ τοῖς ὀλίγοις λεχθησόμενα πρὸς ἀντιπάλους ὄντας ὑμᾶς τοῦ δικαίου κριτὰς παύομαι λέγων. ἕνα δὲ ὑπολαμβάνων κράτιστον εἶναι καὶ μόνον ἡμῶν τὰ νείκη δύνασθαι διακρῖναι τρόπον, ᾧ πολλοὶ βάρβαροί τε καὶ Ἕλληνες εἰς ἔχθη καταστάντες οἱ μὲν ὑπὲρ ἡγεμονίας, οἱ δὲ ὑπὲρ ἀμφισβητησίμου γῆς ἐχρήσαντο, τοῦτον εἰπὼν ἔτι παύσομαι·
11.11
εἰ ποιησαίμεθα μέρει τινὶ τῆς ἑαυτῶν στρατιᾶς ἑκάτεροι τὸν ἀγῶνα εἰς ὀλιγοστόν τι πλῆθος ἀνδρῶν συναγαγόντες τὴν τοῦ πολέμου τύχην· ἐξ ὁποτέρας δʼ ἂν πόλεως οἱ κρατήσαντες τῶν ἀντιπάλων γένωνται, ταύτῃ συγχωρήσαιμεν ἄρχειν τῆς ἑτέρας. ὁπόσα γὰρ μὴ διαιρεῖται ὑπὸ λόγου, ταῦτα ὑπὸ τῶν ὅπλων κρίνεται.
12.1
τὰ μὲν δὴ λεχθέντα περὶ τῆς ἡγεμονίας τῶν πόλεων δικαιώματα ὑπʼ ἀμφοτέρων τῶν στρατηγῶν τοιάδε ἦν· τέλος δὲ τοῖς λόγοις αὐτῶν ἠκολούθησεν οἷον ὁ Ῥωμαῖος ὑπετίθετο. οἱ γὰρ ἐν τῷ συλλόγῳ παρόντες Ἀλβανῶν τε καὶ Ῥωμαίων ταχεῖαν ἀπαλλαγὴν τοῦ πολέμου ποιήσασθαι ζητοῦντες ὅπλοις τὸ νεῖκος ἔγνωσαν διελεῖν. συγχωρηθέντος δὲ καὶ τούτου περὶ τοῦ πλήθους τῶν ἀγωνιουμένων ζήτησις ἐγίνετο οὐ τὴν αὐτὴν ἑκατέρου τῶν στρατηγῶν διάνοιαν ἀποδεικνυμένου.
12.2
Τύλλος μὲν γὰρ ἐβούλετο ἐν ἐλαχίστοις σώμασι γενέσθαι τὴν τοῦ πολέμου κρίσιν ἑνὸς Ἀλβανοῦ τοῦ λαμπροτάτου πρὸς ἕνα Ῥωμαῖον τὸν ἄριστον μονομαχήσοντος καὶ πρόθυμος ἦν αὐτὸς ὑπὲρ τῆς ἑαυτοῦ πατρίδος ἀγωνίσασθαι προκαλούμενος εἰς τὴν ὁμοίαν φιλοτιμίαν τὸν Ἀλβανόν, καλοὺς ἀποφαίνων τοῖς ἀνειληφόσι τὰς τῶν στρατοπέδων ἡγεμονίας τοὺς ὑπὲρ ἀρχῆς καὶ δυναστείας ἀγῶνας, οὐ μόνον ἐὰν νικήσωσιν ἀγαθοὺς ἄνδρας, ἀλλὰ κἂν αὐτοὶ κρατηθῶσιν ὑπʼ ἀγαθῶν, καὶ διεξιὼν ὅσοι στρατηγοὶ καὶ βασιλεῖς τὰς ἑαυτῶν ψυχὰς προκινδυνεῦσαι τῶν κοινῶν παρέσχον δεινὸν ἡγούμενοι τῶν μὲν τιμῶν πλέον αὐτοὶ φέρεσθαι, τῶν δὲ πόνων ἔλαττον.