Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

18.3 γενόμενοι δὲ σύνεγγυς ἀλλήλων τὰ μὲν ξίφη τοῖς ὑπασπισταῖς παρέδωκαν, προσδραμόντες δὲ περιέβαλλον ἀλλήλοις κλαίοντες καὶ τοῖς ἡδίστοις ὀνόμασιν ἀνακαλοῦντες, ὥστε εἰς δάκρυα προπεσεῖν ἅπαντας καὶ πολλὴν ἀστοργίαν κατηγορεῖν σφῶν τε αὐτῶν καὶ τῶν ἡγεμόνων, ὅτι παρὸν ἄλλοις τισὶ σώμασι κρῖναι τὴν μάχην εἰς ἐμφύλιον αἷμα καὶ συγγενικὸν ἄγος τὸν ὑπὲρ τῶν πόλεων ἀγῶνα κατέκλεισαν. παυσάμενοι δὲ τῶν ἀσπασμῶν οἱ νεανίσκοι καὶ τὰ ξίφη παρὰ τῶν ὑπασπιστῶν λαβόντες ἀναχωρησάντων τῶν πέλας ἐτάξαντό τε καθʼ ἡλικίαν καὶ συνῄεσαν ὁμόσε.
19.1 τέως μὲν οὖν ἡσυχία τε καὶ σιγὴ κατεῖχεν ἀμφοτέρας τὰς δυνάμεις· ἔπειτα ἀναβοήσεις τε ἀθρόαι παρʼ ἀμφοτέρων αὐτῶν ἐγίνοντο καὶ παρακελεύσεις τοῖς μαχομένοις ἐναλλὰξ εὐχαί τε καὶ οἰμωγαὶ καὶ παντὸς ἄλλου πάθους ἐναγωνίου φωναὶ συνεχεῖς, αἱ μὲν πρὸς τὰ δρώμενά τε καὶ ὁρώμενα ὑφʼ ἑκατέρων,
19.2 αἱ δὲ πρὸς τὰ μέλλοντά τε καὶ ὑποπτευόμενα· καὶ ἦν πλείω τὰ εἰκαζόμενα τῶν γινομένων. ἥ τε γὰρ ὄψις ἐκ πολλοῦ διαστήματος γινομένη πολὺ τὸ ἀσαφὲς εἶχε, καὶ τὸ πρὸς τοὺς οἰκείους ἀγωνιστὰς ἑκάστοις συμπαθὲς ἐπὶ το βεβουλημένον ἐλάμβανε τὰ πρασσόμενα, αἵ τε συνεχεῖς τῶν μαχομένων ἐπεμβάσεις καὶ ὑπαναχωρήσεις καὶ εἰς τὸ ἀντίπαλον αὖθις ἀντιμεταστάσεις πολλαὶ καὶ ἀγχίστροφοι γινόμεναι τὸ ἀκριβὲς τῆς γνώμης ἀφῃροῦντο· καὶ ταῦτα ἐπὶ πολὺν ἐγίνετο χρόνον.
19.3 ῥώμην τε γὰρ σώματος ἔτυχον ὁμοίαν ἔχοντες ἑκάτεροι καὶ τὸ γενναῖον τῆς ψυχῆς ἰσόρροπον ὅπλοις τε καλλίστοις ἐσκεπασμένοι τὰ σώματα ὅλα καὶ γυμνὸν οὐδὲν ἀπολιπόντες μέρος ὅ τι καὶ τρωθὲν ὀξεῖαν ἔμελλεν οἴσειν τὴν τελευτήν, ὥστε πολλοὶ Ῥωμαίων τε καὶ Ἀλβανῶν ἐκ τοῦ φιλονεικεῖν τε καὶ συμπαθεῖν τοῖς σφετέροις ἔλαθον αὑτοὺς τὸ τῶν κινδυνευόντων μεταλαβόντες πάθος ἀγωνισταί τε μᾶλλον ἐβούλοντο ἢ θεαταὶ τῶν, δρωμένων γεγονέναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi