Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

22.4 ὁ δὲ πατὴρ ἀπελογεῖτο περὶ τοῦ μειρακίου κατηγορῶν τῆς θυγατρὸς καὶ τιμωρίαν οὐ φόνον εἶναι τὸ πραχθὲν λέγων δικαστήν τε αὑτὸν ἀξιῶν εἶναι τῶν ἰδίων κακῶν ἀμφοτέρων γενόμενον πατέρα. συχνῶν δὲ λόγων ῥηθέντων ὑφʼ ἑκατέρων πολλὴ τὸν βασιλέα κατεῖχεν ἀμηχανία, τί τέλος ἐξενέγκῃ
22.5 περὶ τῆς δίκης. οὔτε γὰρ ἀπολῦσαι τοῦ φόνου τὸν ὁμολογοῦντα τὴν ἀδελφὴν ἀνῃρηκέναι πρὸ δίκης καὶ ταῦτα ἐφʼ οἷς οὐ συνεχώρουν ἀποκτείνειν οἱ νόμοι καλῶς ἔχειν ὑπελάμβανεν, ἵνα μὴ τὴν ἀρὰν καὶ τὸ ἄγος ἀπὸ τοῦ δεδρακότος εἰς τὸν ἴδιον οἶκον εἰσενέγκηται, οὔτε ὡς ἀνδροφόνον ἀποκτεῖναι τὸν ὑπὲρ τῆς πατρίδος ἑλόμενον προκινδυνεῦσαι καὶ τοσαύτης αὐτῇ δυναστείας γενόμενον αἴτιον ἄλλως τε καὶ τοῦ πατρὸς ἀπολύοντος αὐτὸν τῆς αἰτίας, ᾧ τὴν περὶ τῆς θυγατρὸς ὀργὴν ἥ τε φύσις ἀπεδίδου πρώτῳ καὶ ὁ νόμος.
22.6 ἀπορούμενος δὲ τί χρήσεται τοῖς πράγμασι τελευτῶν κράτιστον εἶναι διέγνω τῷ δήμῳ τὴν διάγνωσιν ἐπιτρέπειν. γενόμενος δὲ θανατηφόρου κρίσεως τότε πρῶτον ὁ Ῥωμαίων δῆμος κύριος τῇ γνώμῃ τοῦ πατρὸς προσέθετο καὶ ἀπολύει τοῦ φόνου τὸν ἄνδρα· οὐ μὴν ὅ γε βασιλεὺς ἀποχρῆν ἔλεγε τοῖς βουλομένοις τὰ προς τοὺς θεοὺς ὅσια φυλάττειν τὴν ὑπʼ ἀνθρώπων συντελεσθεῖσαν ὑπὲρ αὐτοῦ κρίσιν, ἀλλὰ μεταπεμψάμενος τοὺς ἱεροφάντας ἐκέλευσεν ἐξιλάσασθαι θεούς τε καὶ δαίμονας καὶ καθῆραι τὸν ἄνδρα οἷς νόμος τοὺς ἀκουσίους φόνους ἁγνίζεσθαι καθαρμοῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi