Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

23.9 ταῦτα διανοηθεὶς ὑπενόμενσα Ῥωμαίοις πόλεμον ἐκ τῶν ὑπηκόων Οὐιεντανοὺς καὶ Φιδηναίους πείσας ἐπὶ τὰ ὅπλα χωρεῖν, ὡς συλληψόμενος αὐτοῖς τοῦ πολέμου. καὶ μέχρι τούτου λέληθα Ῥωμαίους ταῦτα πράττων καὶ ταμιευόμενος ἐμαυτῷ τὸν τῆς ἐπιθέσεως καιρόν· ἐν ᾧ σκέψασθε ὅσα ὠφεληθησόμεθα.
23.10 πρῶτον μὲν οὐκ ἐν φανερῷ βουλεύσαντες ἀπόστασιν, ἐν ᾧ κίνδυνος ἦν καθʼ ἑκάτερον ἢ ἀπαρασκεύους ἐπειχθέντας καὶ τῇ οἰκείᾳ δυνάμει μόνῃ πιστεύσαντας τὸν ὑπὲρ ἁπάντων ἀναρρῖψαι κύβον, ἢ παρασκευαζομένους καὶ βοηθείας ἐγείραντας ὑπὸ τῶν ἐν παρασκευῇ ὄντων προκαταληφθῆναι, οὐδετέρου τῶν χαλεπῶν τούτων πειραθέντες τὸ ἐξ ἀμφοτέρων χρήσιμον ἕξομεν. ἔπειτα πολλὴν καὶ δυσπολέμητον οὖσαν τὴν τῶν ἀντιπάλων ἰσχὺν καὶ τύχην οὐκ ἐκ τοῦ βιαίου τρόπου πειρασόμεθα καθαιρεῖν, ἀλλʼ οἷς ἁλίσκεται πάντα τὰ ὑπέραυχα καὶ μὴ ῥᾴδια τῷ βιαίῳ καθαιρεθῆναι, δόλῳ καὶ ἀπάτῃ, οὔτε πρῶτοι ἄρξαντες αὐτῶν οὔτε μόνοι.
23.11 πρὸς δὲ τούτοις οὐκ ἀξιομάχῳ οὔσῃ τῇ οἰκείᾳ δυνάμει πρὸς ἅπασαν τὴν Ῥωμαίων τε καὶ τῶν συμμάχων ἰσχὺν ἀντιταχθῆναι Φιδηναίων τε καὶ Οὐιεντανῶν τοσαύτην οὖσαν ὅσην ὁρᾶτε προσειλήφαμέν τε, καὶ ὡς ἂν μάλιστα θάρσος τινὶ συμμαχίας βεβαίου τὸ ἐπικουρικὸν παράσχοι προσγενόμενον οὕτω παρεσκεύασταί μοι.
23.12 οὐ γὰρ ἐν τῇ ἡμετέρᾳ γῇ Φιδηναῖοι τὸν ἀγῶνα ἀράμενοι, τῆς δὲ αὑτῶν προκινδυνεύοντες ἐν τῷ αὐτῷ καὶ τὴν ἡμετέραν φυλάξουσιν. ὃ δὲ πάντων μέν ἐστιν ἥδιστον ἀνθρώποις, σπανίως δέ τισιν ἐκ τοῦ παρελθόντος αἰῶνος ἐξεγένετο, καὶ τοῦθʼ ἡμῖν ὑπάρξει· εὖ πάσχοντες ὑπὸ τῶν συμμάχων εὖ δρᾶν ἐκείνους αὐτοὶ δόξομεν.
23.13 καὶ ἐὰν ἡμῖν κατὰ νοῦν χωρήσῃ τὸ ἔργον, ὥσπερ τὸ εἰκὸς ἔχει, Φιδηναῖοί τε καὶ Οὐιεντανοὶ βαρείας ἀπαλλάξαντες ἡμᾶς ὑποταγῆς ὡς ὑφʼ ἡμῶν τοῦτο πεπονθότες αὐτοὶ χάριν ἡμῖν εἴσονται. ταῦτα μέν ἐστιν ἃ διὰ πολλῆς φροντίδος παρασκευασθέντα ἱκανὰ εἶναι δοκεῖ μοι θάρσος τε καὶ προθυμίαν τῆς ἀποστάσεως ὑμῖν παρασχεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi