Kitap 3
23.21
εἰ μὲν οὖν ταῦτα κράτιστα πᾶσιν ὑμῖν ἔσεσθαι δοκεῖ, πράττωμεν αὐτὰ θεοὺς καὶ δαίμονας ἀρωγοὺς ἐπικαλεσάμενοι, εἰ δέ τις ὑμῶν τἀναντία ἔγνωκε καὶ δυεῖν θάτερον ἢ μηδέποτε ἀνασώσασθαι τὸ ἀρχαῖον ἀξίωμα τῆς πόλεως οἴεται δεῖν, ἢ καιρὸν ἕτερόν τινα τοῦ παρόντος ἐπιτηδειότερον περιμένων ἀναβάλλεται τὸν παρόντα, μὴ κατοκνείτω φέρειν εἰς μέσον ἃ φρονεῖ· ὅ τι γὰρ ἂν ἅπασιν ὑμῖν κράτιστον φανῇ βούλευμα τούτῳ χρησόμεθα.
24.1
ἐπαινεσάντων δὲ τὴν γνώμην τῶν παρόντων καὶ πάντα ὑποσχομένων ποιήσειν ὅρκοις ἕκαστον αὐτῶν καταλαβὼν διέλυσε τὸν σύλλογον. τῇ δʼ ἑξῆς ἡμέρᾳ προῄεσαν μὲν ἐκ τοῦ χάρακος αἱ Φιδηναίων τε καὶ συμμάχων δυνάμεις ἅμα τῷ τὸν ἥλιον ἀνασχεῖν καὶ παρετάσσοντο ὡς εἰς μάχην, ἀντεπεξῄεσαν δὲ οἱ Ῥωμαῖοι καὶ καθίσταντο εἰς τάξιν.
24.2
τὸ μὲν οὖν ἀριστερὸν κέρας αὐτὸς ὁ Τύλλος καὶ οἱ Ῥωμαῖοι κατεῖχον ἐναντίοι Οὐιεντανοῖς ʽοὗτοι γὰρ τὸ δεξιὸν τῶν πολεμίων κατεῖχον κέρασʼ, ἐπὶ δὲ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος ὁ Μέττιος καὶ οἱ Ἀλβανοὶ κατὰ Φιδηναίους παρὰ τὴν λαγόνα τοῦ ὄρους ἐτάξαντο.
24.3
ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγίνοντο, πρὶν ἐντὸς βέλους γενέσθαι οἱ Ἀλβανοὶ σχισθέντες ἀπὸ τοῦ ἄλλου στρατοῦ συντεταγμένους ἦγον τοὺς λόχους ἐπὶ τὸ ὄρος. οἱ μὲν οὖν Φιδηναῖοι μαθόντες τοῦτο καὶ πιστεύσαντες ἀληθεύειν σφίσι τὰς περὶ τῆς προδοσίας ὑποσχέσεις τῶν Ἀλβανῶν θρασύτερον ἤδη τοῖς Ῥωμαίοις προσεφέροντο, καὶ τὸ μὲν δεξιον κέρας τῶν Ῥωμαίων ἐψιλωμένον τῆς συμμαχίας παρερρήγνυτό τε καὶ σφόδρα ἐπόνει, τὸ δʼ εὐώνυμον ἀνὰ κράτος ἠγωνίζετο, ἔνθα καὶ αὐτὸς ἦν ὁ Τύλλος ἐν τοῖς ἐπιλέκτοις τῶν ἱππέων μαχόμενος.
24.4
ἐν δὲ τούτῳ προσελάσας τις ἱππεὺς τοῖς ἅμα τῷ βασιλεῖ μαχομένοις, κάμνει τὸ δεξιὸν ἡμῖν κέρας, ἔφησεν, ὦ Τύλλε. Ἀλβανοί τε γὰρ ἐκλιπόντες τὴν τάξιν ἐπὶ τὰ μετέωρα ἐπείγονται, Φιδηναῖοί τε καθʼ οὓς ἐκεῖνοι ἐτάχθησαν ὑπὲρ κέρατος ὄντες τοῦ ἐψιλωμένου κυκλοῦσθαι μέλλουσιν ἡμᾶς. ταῦτα ἀκούσαντας τοὺς Ῥωμαίους καὶ ἰδόντας τὴν ὁρμὴν τῶν Ἀλβανῶν τὴν ἐπὶ τὸ ὄρος δεῖμα ὡς κυκλωσομένους ὑπὸ τῶν πολεμίων καταλαμβάνει, ὥστε οὔτε μάχεσθαι οὔτε μένειν αὐτοῖς ἐπῄει.