Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

24.5 ἔνθα δὴ σοφίᾳ λέγεται χρήσασθαι ὁ Τύλλος οὐδὲν ἐπιταραχθεὶς τὴν διάνοιαν ὑπὸ τοσούτου τε καὶ οὕτως ἀπροσδοκήτου φανέντος κακοῦ, διʼ ἣν οὐ μόνον ἔσωσε τὴν Ῥωμαίων στρατιὰν εἰς προὖπτον κατακεκλειμένην ὄλεθρον, ἀλλὰ καὶ τὰ τῶν πολεμίων πράγματα σύμπαντα συνέτριψέ τε καὶ διέφθειρεν. ὡς γὰρ ἤκουσε τοῦ ἀγγέλου μεγάλῃ φωνῇ χρώμενος, ὥστε καὶ τοὺς πολεμίους ἀκούειν,
24.6 κρατοῦμεν, εἶπεν, ἄνδρες Ῥωμαῖοι, τῶν ἐχθρῶν. Ἀλβανοὶ μὲν γὰρ ἡμῖν τὸ πλησίον ὄρος τοῦτο κατειλήφασιν, ὥσπερ ὁρᾶτε, κατὰ τὰς ἐμὰς ἐντολάς, ἵνα κατὰ νώτου γενόμενοι τῶν πολεμίων ἐπίωσιν αὐτοῖς. ἐνθυμηθέντες οὖν ὅτι ἐν καλῷ τοὺς ἐχθίστους ἡμῖν ἔχομεν, οἱ μὲν ἄντικρυς ἐπιόντες, οἱ δὲ κατόπιν, ἔνθα οὔτε πρόσω χωρεῖν οὔτʼ ὀπίσω ἐπιστρέφειν δυνάμενοι ποταμῷ τε καὶ ὄρει ἐκ τῶν πλαγίων ἀποκλειόμενοι καλὴν δώσουσιν ἡμῖν δίκην, ἴτε σὺν πολλῇ καταφρονήσει ἐπʼ αὐτούς.
25.1 ταῦτα παρὰ τὰς τάξεις ἁπάσας παρεξιὼν ἔλεγε, καὶ αὐτίκα τοὺς μὲν Φιδηναίους δέος εἰσέρχεται παλινπροδοσίας ὡς κατεστρατηγημένους ὑπὸ τοῦ Ἀλβανοῦ, ἐπεὶ οὔτε ἀντιμεταταξάμενον αὐτὸν εἶδον οὔτʼ ἐπὶ τοὺς Ῥωμαίους εὐθὺς αὐτὸν ἐλαύνοντα, ὥσπερ ὑπέσχετο αὐτοῖς, τοὺς δὲ Ῥωμαίους ἐπῆρεν εἰς εὐτολμίαν καὶ θάρσους ἐνέπλησεν ὁ λόγος· καὶ μέγα ἐμβοήσαντες ὁρμῶσιν ἐπὶ τοὺς πολεμίους ἀθρόοι. τροπὴ δὲ γίνεται μετὰ τοῦτο τῶν Φιδηναίων καὶ φυγὴ
25.2 πρὸς τὴν πόλιν ἄκοσμος. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐπιρράξας αὐτοῖς τὴν ἵππον περιφόβοις οὖσι καὶ τεταραγμένοις καὶ μέχρι τινὸς διώξας, ὡς ἔμαθεν ἐσκεδασμένους ἀπʼ ἀλλήλων καὶ οὔτε λογισμὸν ἔτι τοῦ συστῆναι ληψομένους οὔτε δύναμιν ἔχοντας, ἀφεὶς τοὺς φεύγοντας ἐπὶ τὸ συνεστηκὸς ἔτι καὶ διαμένον τῶν πολεμίων ἐχώρει μέρος. καὶ γίνεται καλὸς μὲν καὶ ὁ τῶν πεζῶν ἀγών, ἔτι δὲ καλλίων ὁ τῶν ἱππέων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi