Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

3.4 ὁ δὲ Κλοίλιος, ὡς Ἀλβανῶν προτέρων ἀπεσταλκότων εἰς Ῥώμην τοὺς αἰτήσοντας δίκας καὶ μηδὲ ἀποκρίσεως ἠξιωμένων, ἀπιέναι τοὺς Ῥωμαίους ἐκέλευσεν ως παραβεβηκότας τὰς ὁμολογίας καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον. ἀπαλλαττόμενος δὲ ὁ τῆς πρεσβείας ἡγεμὼν τοῦτʼ ἠξίωσεν ἀκοῦσαι παρʼ αὐτοῦ μόνον, εἰ παραβαίνειν τὰς σπονδὰς ὁμολογεῖ τοὺς προτέρους αἰτηθέντας δίκας καὶ μηδὲν ὑπομείναντας ποιεῖν τῶν ὁσίων.
3.5 ὁμολογήσαντος δὲ τοῦ Κλοιλίου, μαρτύρομαι τοίνυν, ἔφη, τοὺς θεούς, οὓς ἐποιησάμεθα τῶν σπονδῶν μάρτυρας, ὅτι Ῥωμαίοις οὐ τυχοῦσι τῶν δικαίων προτέροις ὅσιος ὁ κατὰ τῶν παραβάντων τὰς σπονδὰς πόλεμος ἔσται, οἱ δὲ πεφευγότες τοῦτο τὸ δίκαιον ὑμεῖς ἐστε, ὡς αὐτὰ τὰ ἔργα δηλοῖ. πρότεροί τε γὰρ αἰτηθέντες τὸ δίκαιον οὐχ ὑπέσχετε καὶ πρότερον τὸν πόλεμον ἡμῖν προειρήκατε. τοιγάρτοι τοὺς ἀμυνουμένους ὑμᾶς προσδέχεσθε μετὰ τῶν ὅπλων οὐκ εἰς μακράν.
3.6 ταῦτα παρὰ τῶν πρεσβευτῶν ἀφικομένων εἰς Ῥώμην ἀκούσας ὁ Τύλλος, τότε τοὺς Ἀλβανοὺς προσάγειν ἐκέλευσε καὶ περὶ ὧν ἥκουσι λέγειν. ἀπαγγειλάντων δʼ αὐτῶν ὅσα προσέταξεν ὁ Κλοίλιος καὶ τὸν πόλεμον ἀπειλούντων εἰ μὴ τεύξονται τῆς δίκης, Ἐγὼ πρότερος ὑμῶν, ἔφη, τοῦτο πεποίηκα καὶ μηδὲν εὑρόμενος ὧν ἐκέλευον αἱ συνθῆκαι... φαίνονται παρʼ ὑμῶν προτέρων αὗται λελυμέναι τε καὶ μηδενὸς λόγου ἠξιωμέναι· ὅθεν δὴ τὸν ἀναγκαῖόν τε καὶ δίκαιον Ἀλβανοῖς παραγγέλλω πόλεμον.
4.1 μετὰ δὲ τὰς προφάσεις ταύτας παρεσκευάζοντο ἀμφότεροι τὰ πρὸς τὸν πόλεμον, οὐ μόνον τὰς οἰκείας καθοπλίζοντες δυνάμεις, ἀλλὰ καὶ τὰς παρὰ τῶν ὑπηκόων ἐπικαλούμενοι· ὡς δὲ πάντα ἦν αὐτοῖς εὐτρεπῆ συνῄεσαν ὁμόσε καὶ καταστρατοπεδεύονται τετταράκοντα τῆς Ῥώμης σταδίους ἀποσχόντες· οἱ μὲν Ἀλβανοὶ περὶ τὰς καλουμένας Κλοιλίας τάφρους ʽφυλάττουσι γὰρ ἔτι τὴν τοῦ κατασκευάσαντος αὐτὰς ἐπίκλησινʼ Ῥωμαῖοι δὲ ὀλίγον ἐνδοτέρω τὸν ἐπιτηδειότατον εἰς στρατοπεδείαν τόπον ἐκλεξάμενοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi