Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

28.2 δίκας τίσουσιν ἔτι τούτων χείρονας. ἀπαιτεῖ δὲ ὁ καιρός, ἐπεὶ τὰ πρῶτα ἡμῖν κατʼ εὐχὴν κεχώρηκε, καὶ τοὺς ἄλλους τιμωρήσασθαι πολεμίους, ὅσοι φίλων μὲν ἔχουσιν ὀνόματα καὶ παρελήφθησαν εἰς τόνδε τὸν πόλεμον ὡς κακῶς τοὺς κοινοὺς ἐχθροὺς μεθʼ ἡμῶν ποιήσοντες, ἐγκατέλιπον δὲ τὸ πρὸς ἡμᾶς πιστὸν καὶ μετὰ τῶν πολεμίων ἀπορρήτους ποιησάμενοι συνθήκας διαφθεῖραι πάντας ἡμᾶς ἐπεβάλοντο.
28.3 πολὺ γὰρ οὗτοι κακίους τῶν ἐκ τοῦ φανεροῦ πολεμίων εἰσὶ καὶ μείζονος τιμωρίας ἄξιοι· τοὺς μὲν γὰρ καὶ φυλάξασθαι ῥᾴδιον τοῖς ἐπιβουλευομένοις καὶ συμπλακέντας ὡς ἐχθροὺς ἀμύνασθαι δυνατόν, φίλους δʼ ἐχθρῶν ἔργα ποιοῦντας οὔτε φυλάξασθαι ῥᾴδιον οὔτε ἀμύνασθαι τοῖς προκαταληφθεῖσι δυνατόν. οὗτοι δʼ εἰσὶν οἱ πεμφθέντες ἡμῖν ὑπὸ τῆς Ἀλβανῶν πόλεως ἐπὶ δόλῳ σύμμαχοι κακὸν μὲν οὐθὲν ὑφʼ ἡμῶν παθόντες,
28.4 ἀγαθὰ δὲ πολλὰ καὶ μεγάλα. ἄποικοι μὲν γὰρ αὐτῶν ὄντες οὐθὲν τῆς τούτων ἀρχῆς παρασπάσαντες ἰδίαν ἰσχὺν καὶ δύναμιν ἀπὸ τῶν ἰδίων πολέμων ἐκτησάμεθα, ἔθνεσι δὲ μεγίστοις καὶ πολεμικωτάτοις ἐπιτειχίσαντες τὴν ἡμῶν αὐτῶν πόλιν πολλὴν ἀσφάλειαν τούτοις τοῦ τε ἀπὸ Τυρρηνῶν καὶ ἀπὸ Σαβίνων πολέμου παρειχόμεθα· ἧς δὴ πόλεως εὖ τε πραττούσης ἁπάντων μάλιστα χαίρειν αὐτοὺς ἔδει καὶ σφαλλομένης μηδὲν ἐνδεέστερον ἢ περὶ τῆς αὐτῶν ἄχθεσθαι.
28.5 οἱ δὲ ἄρα φθονοῦντες οὐχ ἡμῖν μόνον τῶν ἀγαθῶν ἀλλὰ καὶ ἑαυτοῖς τῆς διʼ ἡμᾶς εὐτυχίας διετέλουν καὶ τελευτῶντες ὡς οὐκέτι κατέχειν τὴν ὕπουλον ἔχθραν ἐδύναντο πόλεμον ἡμῖν προεῖπον. μαθόντες δʼ ἡμᾶς εὖ πρὸς τὸν ἀγῶνα παρεσκευασμένους, ὡς οὐθὲν οἷοίτʼ ἦσαν ἐργάσασθαι κακόν, εἰς διαλλαγὰς ἐκάλουν καὶ φιλίαν καὶ τὸ περὶ τῆς ἡγεμονίας νεῖκος ἐν τρισὶν ἀφʼ ἑκατέρας πόλεως σώμασιν ἠξίουν κριθῆναι. ἐδεξάμεθα καὶ ταύτας τὰς προκλήσεις καὶ νικήσαντες τῇ μάχῃ τὴν πόλιν αὐτῶν ἔσχομεν ὑποχείριον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi