Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

28.10 στρατηγήματα ἦν ἐμάʼ, κεχωρηκότων δʼ ἡμῖν τῶν πραγμάτων ὡς ἡμῖν συνέφερεν οὐκ ἂν εἴημεν ἄνδρες οἵους ἡμᾶς προσῆκεν εἶναι, εἰ μὴ τιμωρησαίμεθα τοὺς προδότας, οἵ γε χωρὶς τῆς ἄλλης ἀναγκαιότητος, ἣν διὰ τὸ συγγενὲς ἐχρῆν αὐτοὺς φυλάσσειν, σπονδὰς καὶ ὅρκια ποιησάμενοι πρὸς ἡμᾶς ἔναγχος οὔτε θεοὺς δείσαντες, οὓς τῶν ὁμολογιῶν ἐποιήσαντο μάρτυρας, οὔτε τὸ δίκαιον αὐτὸ καὶ τὴν ἀνθρωπίνην νέμεσιν ἐντραπέντες, οὔτε τὸ τοῦ κινδύνου μέγεθος εἰ μὴ κατὰ νοῦν αὐτοῖς ἡ προδοσία χωρήσειεν ὑπολογιζόμενοι, τὸν οἴκτιστον τρόπον ἡμᾶς ἐπεχείρησαν ἀπολέσαι τοὺς ἀποίκους τε καὶ εὐεργέτας, οἱ κτίσται μετὰ τῶν ἐχθίστων τε καὶ πολεμιωτάτων στάντες.
29.1 ταῦτα δʼ αὐτοῦ λέγοντος οἰμωγαί τε τῶν Ἀλβανῶν ἐγίνοντο καὶ παντοδαπαὶ δεήσεις τοῦ μὲν δήμου μηδὲν ἐγνωκέναι λέγοντος ὧν ὁ Μέττιος ἐμηχανᾶτο, τῶν δὲ τὰς ἡγεμονίας ἐχόντων οὐ πρότερον πεπύσθαι τὰς ἀπορρήτους βουλὰς σκηπτομένων ἢ ἐν αὐτῷ γενέσθαι τῷ ἀγῶνι, ἡνίκα οὔτε κωλύειν οὔτε μὴ πράττειν τὰ κελευόμενα ἐν δυνατῷ σφίσιν ἦν, ἤδη δέ τινων καὶ ἐπὶ τὴν ἀκούσιον ἀνάγκην ἀναφερόντων τὸ πρᾶγμα διὰ κηδείαν ἢ διὰ συγγένειαν·
29.2 οἷς ὁ βασιλεὺς σιωπῆσαι κελεύσας ἔλεξεν· οὐδʼ ἐμὲ λέληθεν, ἄνδρες Ἀλβανοί, τούτων ὧν ἀπολογεῖσθε οὐθέν, ἀλλὰ τὸ μὲν πλῆθος ὑμῶν ἀγνοεῖν τὴν προδοσίαν οἴομαι τεκμαιρόμενος ὅτι πολλῶν συνειδότων οὐδὲ τὸν ἐλάχιστον πέφυκε τἀπόρρητα σιωπᾶσθαι χρόνον, τῶν δὲ ταξιαρχῶν τε καὶ λοχαγῶν βραχύ τι μέρος ἡγοῦμαι τὸ συνεπιβουλεῦσαν ἡμῖν γενέσθαι, τὸ δὲ πλεῖστον ἐξηπατῆσθαι καὶ εἰς ἀκουσίους ἀνάγκας ἀφῖχθαι.
29.3 εἰ δέ γε τούτων μηδὲν ἀληθὲς ἦν, ἀλλὰ πάντας εἰσῆλθεν Ἀλβανοὺς καὶ τοὺς ἐνθάδε ὄντας ὑμᾶς καὶ τοὺς ἐν τῇ πόλει καταλειπομένους ἡ τοῦ κακῶς ποιεῖν ἡμᾶς ἐπιθυμία, καὶ τοῦτο οὐ νῦν πρῶτον, ἀλλʼ ἐκ πολλοῦ πάνυ χρόνου δεδογμένον ὑμῖν ἦν, τῆς συγγενείας ἕνεκα πολλὴ Ῥωμαίοις ἀνάγκη καὶ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi