Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

29.4 ταῦθʼ ὑμῶν τἀδικήματα φέρειν. ἵνα δὲ μηθὲν βουλεύσητε ἔτι καθʼ ἡμῶν ἄδικον μήτε δὴ βιασθέντες ὑπὸ τῶν ἡγουμένων τῆς πόλεως μήτε παρακρουσθέντες μία φυλακὴ καὶ πρόνοιά· ἐστιν, εἰ τῆς αὐτῆς πόλεως πολῖται γενοίμεθα πάντες καὶ μίαν ἡγοίμεθα πατρίδα, ἧς εὖ τε καὶ χεῖρον φερομένης τὸ ἐπιβάλλον μέρος ἕκαστος οἴσεται τῆς τύχης· ἕως δʼ ἂν ἐκ διαφόρου γνώμης, ὥσπερ νῦν ἔχει, τό τε πλεῖον καὶ τοὔλαττον ἐπικρίνωμεν ἑκάτεροι, οὐκ ἔσται βέβαιος ἡμῖν ἡ πρὸς ἀλλήλους φιλία, ἄλλως τε καὶ εἰ μέλλοιεν οἱ μὲν πρότεροι ἐπιβουλεύσαντες τοῖς ἑτέροις ἢ κατορθώσαντες πλεῖον ἕξειν ἢ σφαλέντες ἐν μηδενὶ δεινῷ ἔσεσθαι διὰ τὸ συγγενές, καθʼ ὦν δʼ ἂν αἱ ἐπιχειρήσεις γένωνται ὑποχείριοι καταστάντες τὰ ἔσχατα παθεῖν καὶ διαφυγόντες μηθὲν ὥσπερ ἐχθροὶ
29.5 μνησικακεῖν, ὅπερ καὶ ἐν τῷ παρόντι γέγονεν. ἴστε δὴ ταῦτα δεδογμένα Ῥωμαίοις τῇ παρελθούσῃ νυκτὶ συναγαγόντος ἐμοῦ τὴν βουλὴν καὶ τὰ δόξαντα τοῖς συνέδροις γραψαμένου, τὴν μὲν πόλιν ὑμῶν καθαιρεθῆναι καὶ μήτε τῶν δημοσίων μήτε τῶν ἰδιωτικῶν κατασκευασμάτων ὀρθόν τι ἐᾶσαι διαμένειν μηθὲν ἔξω τῶν ἱερῶν·
29.6 τοὺς δʼ ἐν αὐτῇ πάντας ἔχοντας οὓς καὶ νῦν ἔχουσι κλήρους ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ τῶν ἄλλων χρημάτων μηθὲν ἀφαιρεθέντας ἐν Ῥώμῃ τὸν ἀπὸ τοῦδε χρόνον οἰκεῖν· ὅσην τε τὸ κοινὸν ὑμῶν ἐκέκτητο γῆν τοῖς μηθένα κλῆρον ἔχουσιν Ἀλβανῶν διαμερισθῆναι χωρὶς τῶν ἱερῶν κτημάτων, ἐξ ὧν αἱ θυσίαι τοῖς θεοῖς ἐγίνοντο. οἴκων δὲ κατασκευῆς, ἐν οἷς τοὺς βίους ἱδρύσεσθε οἱ μετανιστάμενοι, καθʼ οὓς ἔσονται τῆς πόλεως τόπους, ἐμὲ ποιήσασθαι πρόνοιαν συλλαμβάνοντα τοῖς ἀπορωτάτοις ὑμῶν τῆς εἰς τὰ ἔργα δαπάνης.
29.7 καὶ τὸ μὲν ἄλλο πλῆθος ὑμῶν μετὰ τῶν παρʼ ἡμῖν δημοτικῶν συντελεῖν εἰς φυλὰς καὶ φράτρας καταμερισθέν, βουλῆς δὲ μετέχειν καὶ ἀρχὰς λαμβάνειν καὶ τοῖς πατρικίοις προσνεμηθῆναι τούσδε τοὺς οἴκους· Ἰουλίους, Σερουϊλίους, Κορατίους, Κοϊντιλίους, Κλοιλίους, Γεγανίους, Μετιλίους· Μέττιον δὲ καὶ τοὺς σὺν τούτῳ βουλεύσαντας τὴν προδοσίαν δίκας ὑποσχεῖν, ἃς ἂν ἡμεῖς τάξωμεν δικασταὶ περὶ ἑκάστου τῶν ὑπαιτίων καθεζόμενοι· οὐθένα γὰρ ἀποστερήσομεν κρίσεως οὐδὲ λόγου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi