Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

30.1 ὡς δὲ ταῦτʼ εἶπεν, ὅσοι μὲν ἦσαν Ἀλβανῶν πένητες ἠγάπων εἰ Ῥώμην τε οἰκήσουσι καὶ τῆς γῆς κλῆρον ἕξουσι καὶ ἐπῄνουν μεγάλῃ βοῇ τὰ διδόμενα, οἱ δὲ λαμπρότεροι τοῖς ἀξιώμασι καὶ ταῖς τύχαις κρείττους ἤχθοντο, εἰ δεήσει πόλιν τε τὴν γειναμένην αὐτοὺς ἐκλιπεῖν καὶ προγονικὰς ἑστίας ἐρημῶσαι καὶ τὸ λοιπὸν οἰκεῖν ἐν τῇ ξένῃ· οἷς οὐδὲν ἐπῄει λέγειν εἰς τὴν ἐσχάτην κατακεκλειμένοις ἀνάγκην. ὁ δὲ Τύλλος ἐπειδὴ τὴν διάνοιαν εἶδε τῶν πολλῶν, ἀπολογεῖσθαι τὸν Μέττιον ἐκέλευσεν, εἴ τι πρὸς ταῦτα λέγειν βούλεται.
30.2 οὐκ ἔχων δʼ ὁ Μέττιος ὅ τι χρὴ λέγειν πρὸς τοὺς κατηγοροῦντάς τε καὶ καταμαρτυροῦντας τὴν Ἀλβανῶν βουλὴν ἔφησεν αὑτῷ ταῦτα ὑποθέσθαι ποιεῖν διʼ ἀπορρήτων, ὅτε ἐξῆγε τὴν δύναμιν ἐπὶ τὸν πόλεμον, ἠξίου τε τοὺς Ἀλβανούς, οἷς ἀνακτήσασθαι τὴν ἡγεμονίαν ἐπεχείρει, βοηθεῖν αὐτῷ καὶ μήτε τὴν πατρίδα κατασκαπτομένην περιορᾶν μήτε τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἐπὶ τιμωρίαις συναρπαζομένους. ταραχῆς δὲ γινομένης κατὰ τὴν ἐκκλησίαν καί τινων φεύγειν ἐπὶ τὰ ὅπλα ὡρμηκότων οἱ περιεστεφανωκότες τὸν ὄχλον ἀρθέντος σημείου τινὸς ἀνέσχον τὰ ξίφη.
30.3 περιφόβων δὲ γενομένων ἁπάντων ἀναστὰς πάλιν ὁ Τύλλος εἶπεν· οὐδὲν ἔτι ἔξεστιν ὑμῖν νεωτερίζειν οὐδʼ ἐξαμαρτάνειν, ἄνδρες Ἀλβανοί. ὑμεῖς γὰρ ἂν παρακινεῖν τι τολμήσητε, πάντες ἀπολεῖσθε ὑπὸ τούτων· δείξας τοὺς ἔχοντας τὰ ξίφη. δέχεσθε οὖν τὰ διδόμενα καὶ γίνεσθε ἀπὸ τοῦ χρόνου τοῦδε Ῥωμαῖοι. δυεῖν γὰρ ἀνάγκη θάτερον ὑμᾶς ποιεῖν ἢ Ῥώμην κατοικεῖν ἢ μηδεμίαν ἑτέραν γῆν ἔχειν πατρίδα.
30.4 οἴχεται γὰρ ἕωθεν ἐκπεμφθεὶς ὑπʼ ἐμοῦ Μάρκος Ὁράτιος ἀναιρήσων τὴν πόλιν ὑμῶν ἐκ θεμελίων καὶ τοὺς ἀνθρώπους ἅπαντας εἰς Ῥώμην μετάξων. ταῦτα οὖν εἰδότες ὅσον οὔπω γενησόμενα παύσασθε θανατῶντες καὶ ποιεῖτε τὰ κελευόμενα. Μέττιον δὲ Φουφέττιον ἀφανῶς τε ἡμῖν ἐπιβουλεύσαντα καὶ οὐδὲ νῦν ὀκνήσαντα ἐπὶ τὰ ὅπλα τοὺς ταραχώδεις καὶ στασιαστὰς καλεῖν τιμωρήσομαι τῆς κακῆς καὶ δολίου ψυχῆς ἀξίως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi