Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

31.4 φιλανθρωπίαις ἀνελάμβανε τὸ πλῆθος. ἡ μὲν δὴ τῶν Ἀλβανῶν πόλις, ἣν ἔκτισεν Ἀσκάνιος ὁ ἐξ Αἰνείου τοῦ Ἀγχίσου καὶ Κρεούσης τῆς Πριάμου θυγατρός, ἔτη διαμείνασα μετὰ τὸν οἰκισμὸν πεντακόσια τριῶν ἐπὶ τοῖς δέκα δέοντα, ἐν οἷς πολλὴν ἔσχεν ἐπίδοσιν εἰς εὐανδρίαν τε καὶ πλοῦτον καὶ τὴν ἄλλην ἅπασαν εὐδαιμονίαν ἡ τὰς τριάκοντα Λατίνων ἀποικίσασα πόλεις καὶ πάντα τὸν χρόνον ἡγησαμένη τοῦ ἔθνους, ὑπὸ τῆς ἐσχάτης ἀποικήσεως καθαιρεθεῖσα ἔρημος εἰς τόδε χρόνου διαμένει.
31.5 βασιλεὺς δὲ Τύλλος τὸν ἐπιόντα χειμῶνα διαλιπὼν ἔαρος ἀρχομένου στρατὸν ἐπὶ Φιδηναίους πάλιν ἐξάγει. τοῖς δὲ Φιδηναίοις κοινῇ μὲν οὐδʼ ἡτισοῦν βοήθεια ἐξ οὐδεμιᾶς τῶν συμμαχίδων ἀφίκετο πόλεων, μισθοφόροι δέ τινες ἐκ πολλῶν συνερρύησαν τόπων, οἷς πιστεύσαντες ἐθάρρησαν ἐκ τῆς πόλεως προελθεῖν· παραταξάμενοι δὲ καὶ πολλοὺς μὲν ἀποκτείναντες ἐν τῇ μάχῃ, πολλῷ δʼ ἔτι πλείους ἀποβαλόντες
31.6 κατεκλείσθησαν πάλιν εἰς τὸ ἄστυ. ὡς δὲ περιχαρακώσας αὐτῶν τὴν πόλιν ὁ Τύλλος καὶ περιταφρεύσας εἰς τὴν ἐσχάτην κατέκλεισε τοὺς ἔνδον ἀπορίαν, ἠναγκάσθησαν τῷ βασιλεῖ παραδοῦναι σφᾶς αὐτοὺς ἐφʼ οἷς αὐτὸς ἐβούλετο. γενόμενος δὲ τὸν τρόπον τοῦτον ὁ βασιλεὺς τῆς πόλεως κύριος τοὺς αἰτίους τῆς ἀποστάσεως ἀποκτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἀπολύσας καὶ τὰ σφέτερα πάντα καρποῦσθαι τὸν αὐτὸν ἐάσας τρόπον τήν τε πολιτείαν, ἣν πρότερον εἶχον, ἀποδοὺς αὐτοῖς διέλυσε τὴν στρατιὰν καὶ παραγενόμενος εἰς Ῥώμην τὴν τροπαιοφόρον ἀπεδίδου τοῖς θεοῖς πομπήν τε καὶ θυσίαν δεύτερον ἐκεῖνον κατάγων θρίαμβον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi