Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

32.1 μετὰ δὲ τοῦτον τὸν πόλεμον ἕτερος ἀνέστη Ῥωμαίοις ἐκ τοῦ Σαβίνων ἔθνους, ἀρχὴ δὲ αὐτοῦ καὶ πρόφασις ἐγένετο τοιάδε· ἱερόν ἐστι κοινῇ τιμώμενον ὑπὸ Σαβίνων τε καὶ Λατίνων ἅγιον ἐν τοῖς πάνυ θεᾶς Φερωνείας ὀνομαζομένης, ἣν οἱ μεταφράζοντες εἰς τὴν Ἑλλάδα γλῶσσαν οἱ μὲν Ἀνθοφόρον, οἱ δὲ Φιλοστέφανον, οἱ δὲ Φερσεφόνην καλοῦσιν· εἰς δὴ τὸ ἱερὸν τοῦτο συνῄεσαν ἐκ τῶν περιοίκων πόλεων κατὰ τὰς ἀποδεδειγμένας ἑορτὰς πολλοὶ μὲν εὐχὰς ἀποδιδόντες καὶ θυσίας τῇ θεῷ, πολλοὶ δὲ χρηματιούμενοι διὰ τὴν πανήγυριν ἔμποροί τε καὶ χειροτέχναι καὶ γεωργοί, ἀγοραί τε αὐτόθι λαμπρόταται τῶν ἐν ἄλλοις τισὶ τόποις τῆς Ἰταλίας ἀγομένων ἐγίνοντο.
32.2 εἰς ταύτην δὲ τὴν πανήγυριν ἐλθόντας ποτὲ Ῥωμαίων ἄνδρας οὐκ ἀφανεῖς Σαβῖνοί τινες ἄνδρες συναρπάσαντες ἔδησαν καὶ τὰ χρήματα ἀφείλοντο, πρεσβείας τε περὶ αὐτῶν ἀφικομένης οὐδὲν ἐβούλοντο τῶν δικαίων ποιεῖν, ἀλλὰ καὶ τὰ σώματα καὶ τὰ χρήματα τῶν συλληφθέντων κατεῖχον ἐγκαλοῦντες καὶ αὐτοὶ Ῥωμαίοις, ὅτι τοὺς Σαβίνων φυγάδας ὑπεδέχοντο κατασκευάσαντες ἄσυλον ἱερόν, ὑπὲρ ὧν ἐν
32.3 τῷ πρὸ τούτου λόγῳ δεδήλωταί μοι. ἐκ τούτων δὴ τῶν ἐγκλημάτων εἰς πόλεμον καταστάντες ἐξῄεσαν εἰς ὕπαιθρον ἀμφότεροι δυνάμεσι πολλαῖς, γίνεταί τε αὐτῶν ἐκ παρατάξεως ἀγών· διέμενον γὰρ ἀγχωμάλως ἀγωνιζόμενοι καὶ διελύθησαν ὑπὸ τῆς νυκτὸς ἀμφίλογον καταλιπόντες τὸ νίκημα. ταῖς δʼ ἑξῆς ἡμέραις μαθόντες ἀμφότεροι τῶν τε ἀπολωλότων καὶ τῶν τραυματιῶν τὸ πλῆθος οὐκέτι πεῖραν ἐβούλοντο ἑτέρου λαβεῖν ἀγῶνος, ἀλλʼ ἐκλιπόντες τοὺς χάρακας ἀπῄεσαν·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi