Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

38.2 τῷ δʼ ἑξῆς ἔτει Λατῖνοι μὲν ἐπὶ Μεδυλλίαν πόλιν στρατεύσαντες, ἐν ᾗ Ῥωμαίων ἦσαν ἄποικοι, προσκαθεζόμενοι τῷ τείχει καὶ πανταχόθεν ποιησάμενοι τὰς προσβολὰς αἱροῦσιν αὐτὴν κατὰ κράτος. Μάρκιος δὲ Τελλήνας πόλιν τῶν Λατίνων ἐπιφανῆ κατὰ τὸν αὐτὸν αἱρεῖ χρόνον ἐκ παρατάξεώς τε νικήσας καὶ διὰ τειχομαχίας παραστησάμενος, τούς τε ἁλόντας οὐδὲν ὧν εἶχον ἀφελόμενος εἰς Ῥώμην μητήγαγε καὶ τῆς πόλεως εἰς κατασκευὴν οἰκιῶν τόπον ἀπεμέρισε·
38.3 Μεδυλλίαν τε τριετῆ χρόνον ὑπὸ τοῖς Λατίνοις γενομένην τῷ τετάρτῳ κομίζεται πάλιν ἐνιαυτῷ πολλαῖς καὶ μεγάλαις παραστησάμενος μάχαις. καὶ μετʼ οὐ πολὺ τὴν Φικαναίων αἱρεῖ πόλιν, ἣν τρίτῳ πρότερον ἐνιαυτῷ λαβὼν καθʼ ὁμολογίας καὶ τοὺς ἐξ αὐτῆς ἅπαντας εἰς Ῥώμην μεταγαγών, ἄλλο δὲ τῆς πόλεως οὐδὲν κακώσας, ἐπιεικέστερον μᾶλλον ἢ φρονιμώτερον ἔδοξε βουλεύεσθαι.
38.4 ἀποίκους γὰρ ἀποστείλαντες εἰς αὐτὴν οἱ Λατῖνοι καὶ τὴν χώραν αὐτῶν διακατέχοντες αὐτοὶ τὴν τῶν Φικαναίων ἐκαρποῦντο, ὥστε ἠναγκάσθη πάλιν ὁ Μάρκιος τὸ δεύτερον ἐπὶ τὴν πόλιν στρατεῦσαι καὶ μετὰ πολλῆς πραγματείας κύριος αὐτῆς καταστὰς ἐμπρῆσαί τε τὰς οἰκίας καὶ τὰ τείχη κατασκάψαι.
39.1 μετὰ τοῦτο γίνονται Λατίνων τε καὶ Ῥωμαίων μεγάλαις δυνάμεσι παραταξαμένων μάχαι διτταί. τῇ μὲν οὖν προτέρᾳ μέχρι πολλοῦ διαγωνισάμενοι καὶ δόξαντες ἰσόρροποι γεγονέναι διεκρίθησαν καὶ ἐπὶ τοὺς ἰδίους ἑκάτεροι χάρακας ἀπηλλάγησαν, τῇ δʼ ὑστέρᾳ Ῥωμαῖοι νικῶσι τοὺς Λατίνους καὶ μέχρι
39.2 στρατοπέδου διώκουσι. μετὰ δὲ τὰς μάχας ταύτας ἀγὼν μὲν ἐκ παρατάξεως οὐδεὶς αὐτοῖς ἔτι πρὸς ἀλλήλους συνέστη, καταδρομαὶ δὲ τῆς ὁμόρου χώρας ὑπʼ ἀμφοτέρων ἐγίνοντο συνεχεῖς καὶ συμπλοκαὶ τῶν περιπόλων τῆς γῆς ἱππέων τε καὶ ψιλῶν, ἐν αἷς ἐπεκράτουν ὡς τὰ πολλὰ Ῥωμαῖοι δύναμιν ὕπαιθρον ἔχοντες ἐν τοῖς ἐπικαίροις φρουρίοις ὑποκαθημένην,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi