Kitap 3
46.3
Κορίνθιός τις ἀνὴρ ὄνομα Δημάρατος ἐκ τῆς Βακχιαδῶν συγγενείας ἐμπορεύεσθαι προελόμενος ἐπέπλευσεν εἰς τὴν Ἰταλίαν ὁλκάδα τε οἰκείαν ἀνάγων καὶ φόρτον ἴδιον. ἐξεμπολήσας δὲ τὸν φόρτον ἐν ταῖς Τυρρηνῶν πόλεσιν εὐδαιμονούσαις μάλιστα τῶν ἐν Ἰταλίᾳ τότε καὶ μεγάλα κέρδη περιβαλόμενος ἐκεῖθεν οὐκέτι εἰς ἄλλους ἐβούλετο κατάγεσθαι λιμένας, ἀλλὰ τὴν αὐτὴν εἰργάζετο συνεχῶς θάλατταν Ἑλληνικόν τε φόρτον εἰς Τυρρηνοὺς κομίζων καὶ Τυρρηνικὸν εἰς τὴν Ἑλλάδα φέρων καὶ γίνεται πάνυ πολλῶν χρημάτων κύριος.
46.4
ἐπικαταλαβούσης δὲ στάσεως τὴν Κόρινθον καὶ τῆς Κυψέλου τυραννίδος ἐπανισταμένης τοῖς Βακχιάδαις οὐκ ἀσφαλὲς εἶναι δοκῶν ἐν τυραννίδι ζῆν πολλὰ κεκτημένος ἄλλως τε καὶ τῆς ὀλιγαρχικῆς οἰκίας ὑπάρχων, συνεσκευασμένος τὴν οὐσίαν ὅσην οἷός τʼ
46.5
ἦν ᾤχετο πλέων ἐκ τῆς Κορίνθου. ἔχων δὲ φίλους πολλοὺς καὶ ἀγαθοὺς Τυρρηνῶν διὰ τὰς συνεχεῖς ἐπιμιξίας, μάλιστα δʼ ἐν Ταρκυνίοις πόλει μεγάλῃ τε καὶ εὐδαίμονι τότε οὔσῃ, οἶκόν τε αὐτόθι κατασκευάζεται καὶ γυναῖκα ἐπιφανῆ κατὰ γένος ἄγεται. γενομένων δʼ αὐτῷ δυεῖν παίδων Τυρρηνικὰ θέμενος αὐτοῖς ὀνόματα, τῷ μὲν Ἄρροντα, τῷ δὲ Λοκόμωνα καὶ παιδεύσας ἀμφοτέρους Ἑλληνικήν τε καὶ Τυρρηνικὴν παιδείαν, εἰς ἄνδρας ἐλθοῦσιν αὐτοῖς γυναῖκας ἐκ τῶν ἐπιφανεστάτων οἴκων λαμβάνει.
47.1
καὶ μετʼ οὐ πολὺν χρόνον ὁ μὲν πρεσβύτερος αὐτοῦ τῶν παίδων γένος οὐδὲν καταλιπὼν ἐμφανὲς ἀποθνήσκει. καὶ μετʼ ὀλίγας ἡμέρας αὐτὸς ὁ Δημάρατος ὑπὸ λύπης τελευτᾷ κληρονόμον ἁπάσης τῆς οὐσίας τὸν περιλειπόμενον τῶν παίδων Λοκόμωνα καταλιπών· ὃς παραλαβὼν τὸν πατρικὸν πλοῦτον μέγαν ὄντα πολιτεύεσθαί τε καὶ τὰ κοινὰ πράττειν καὶ ἐν τοῖς πρώτοις τῶν ἀστῶν εἶναι προῄρητο.