Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

47.2 ἀπελαυνόμενος δὲ πανταχόθεν ὑπὸ τῶν ἐπιχωρίων καὶ οὐχ ὅπως ἐν τοῖς πρώτοις ἀριθμούμενος, ἀλλʼ οὐδʼ ἐν τοῖς μέσοις, ἀνιαρῶς ἔφερε τὴν ἀτιμίαν. ἀκούων δὲ περὶ τῆς Ῥωμαίων πόλεως, ὅτι πάντας ἀσμένως ὑποδεχομένη τοὺς ξένους ἀστοὺς ποιεῖται καὶ τιμᾷ κατὰ τὴν ἀξίαν ἕκαστον, ἐκεῖ μετενέγκασθαι τὴν οἴκησιν ἔγνω τά τε χρήματα πάντα συσκευασάμενος καὶ τὴν γυναῖκα ἐπαγόμενος καὶ τῶν ἄλλων φίλων καὶ οἰκείων τοὺς βουλομένους· ἐγένοντο δὲ οἱ συναπαίρειν αὐτῷ προθυμηθέντες συχνοί.
47.3 ὡς δὲ κατὰ τὸ καλούμενον Ἰανίκολον ἦσαν, ὅθεν ἡ Ῥώμη τοῖς ἀπὸ Τυρρηνίας ἐρχομένοις πρῶτον ἀφορᾶται, καταπτὰς ἀετὸς ἄφνω καὶ τὸν πῖλον αὐτοῦ τὸν ἐπὶ τῆς κεφαλῆς κείμενον ἁρπάσας, ἀνέπτη πάλιν ἄνω κατὰ τὴν ἐγκύκλιον αἰώραν φερόμενος καὶ εἰς τὸ βάθος τοῦ περιέχοντος ἀέρος ἀπέκρυψεν· ἔπειτʼ ἐξαίφνης ἐπιτίθησι τῷ Λοκόμωνι τὸν πῖλον ἐπὶ τὴν κεφαλὴν ἁρμόσας ὡς πρότερον ἥρμοστο.
47.4 θαυμαστοῦ δὲ καὶ παραδόξου πᾶσι τοῦ σημείου φανέντος ἡ γυνὴ τοῦ Λοκόμωνος ὄνομα Τανακύλλα ἐμπειρίαν ἱκανὴν ἐκ πατέρων ἔχουσα τῆς Τυρρηνικῆς οἰωνοσκοπίας, λαβοῦσα μόνον αὐτὸν ἀπὸ τῶν συνόντων ἠσπάσατό τε καὶ ἀγαθῶν ἐλπίδων ἐνέπλησεν ὡς ἐξ ἰδιωτικῆς τύχης εἰς ἐξουσίαν βασιλικὴν ἐλευσόμενον. σκοπεῖν μέντοι συνεβούλευεν ὅπως παρʼ ἑκόντων λήψεται Ῥωμαίων τὴν ἡγεμονίαν ἄξιον τῆς τιμῆς ταύτης ἑαυτὸν παρασχών.
48.1 ὁ δὲ περιχαρὴς τῷ σημείῳ γενόμενος ἐπειδὴ ταῖς πύλαις ἤδη συνήγγιζεν, εὐξάμενος τοῖς θεοῖς ἐπιτελῆ γενέσθαι τὰ μαντεύματα καὶ σὺν ἀγαθαῖς εἰσελθεῖν τύχαις παρῆλθεν εἰς τὴν πόλιν· καὶ μετὰ τοῦτο συνελθὼν εἰς λόγους Μαρκίῳ τῷ βασιλεῖ πρῶτον μὲν ἑαυτὸν ἐδήλωσεν ὅστις ἦν, ἔπειθʼ ὅτι κατοικεῖν ἐν τῇ πόλει βουλόμενος παρείη πᾶσαν τὴν πατρικὴν οὐσίαν ἐπαγόμενος, ἣν εἰς τὸ κοινὸν ἔφη τῷ βασιλεῖ καὶ τῇ Ῥωμαίων πόλει τιθέναι μείζονα οὖσαν ἢ κατʼ ἰδιώτην ἄνδρα κεκτῆσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi