Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

50.5 οἱ δὲ Κορνικολανοὶ πολὺν μὲν χρόνον ἀντεῖχον ἀνδρείως ἀπομαχόμενοι καὶ πολλὰς τοῖς προσβαλοῦσι πληγὰς ἔδωκαν, κάμνοντες δὲ τῇ συνεχείᾳ τῶν πόνων καὶ οὐδὲ τὴν αὐτὴν ἔτι γνώμην ἅπαντες φυλάττοντες ʽτοῖς μὲν γὰρ ἐδόκει παραδιδόναι τὴν πόλιν, τοῖς δὲ μέχρι παντὸς ἀντέχεινʼ διʼ αὐτὸ τὸ στασιάζειν μάλιστα καταπονούμενοι κατὰ κράτος ἑάλωσαν.
50.6 τὸ μὲν οὖν κράτιστον αὐτῶν μέρος ἐν τῇ καταλήψει τῆς πόλεως μαχόμενον διεφθάρη, τὸ δὲ ἀγεννὲς καὶ διὰ τοῦτο σωθὲν ἐν ἀνδραπόδων ἐπράθη λόγῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ἡ δὲ πόλις αὐτῶν διαρπασθεῖσα ὑπὸ τῶν κεκρατηκότων ἐνεπρήσθη.
50.7 ἐφʼ οἷς οἱ Λατῖνοι χαλεπῶς φέροντες ἐψηφίσαντο κοινῇ στρατιὰν ἐπὶ Ῥωμαίους ἐξαγαγεῖν καὶ παρασκευασάμενοι πολλὴν δύναμιν εἰς τὴν κρατίστην χώραν αὐτῶν ἐνέβαλον, ἐξ ἧς αἰχμαλώτους τε πολλοὺς ἀπήγαγον καὶ λείας ἐγένοντο μεγάλης κύριοι. βασιλεὺς δὲ Ταρκύνιος ἐξῆλθε μὲν ἐπʼ αὐτοὺς τὴν εὔζωνόν τε καὶ ἐν ἑτοίμῳ δύναμιν ἐπαγόμενος, οὐκέτι δὲ καταλαβεῖν αὐτοὺς φθάσας εἰς τὴν ἐκείνων χώραν ἐνέβαλε καὶ τὰ ὅμοια διέθηκε.
50.8 τοιαῦτα συνέβαινε πολλὰ παραλλὰξ ἑκατέροις ἐπὶ τὰς ὁμόρους χώρας ἐκστρατευομένοις ἐλαττώματά τε καὶ πλεονεκτήματα, μία δὲ αὐτῶν ἐκ παρατάξεως ἐγένετο μάχη Φιδήνης πόλεως πλησίον ἁπάσαις συμβαλόντων ταῖς δυνάμεσιν, ἐν ᾗ πολλοὶ μὲν ἔπεσον ἀμφοτέρων, ἐνίκησαν δὲ Ῥωμαῖοι καὶ τοὺς Λατίνους ἠνάγκασαν λιπόντας τὸν χάρακα νύκτωρ εἰς τὰς ἑαυτῶν πόλεις ἀπελθεῖν.
51.1 μετὰ δὲ τὸν ἀγῶνα τοῦτον ἔχων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν ὁ Ταρκύνιος ἐπὶ τὰς πόλεις αὐτῶν ἐχώρει λόγους προφέρων περὶ φιλίας. οἱ δʼ οὔτʼ ἐν τῷ κοινῷ συνεστῶσαν ἔχοντες δύναμιν οὔτε ταῖς ἰδίαις παρασκευαῖς πεποιθότες ἐδέχοντο τὰς προκλήσεις, καὶ παρεδίδοσαν αὐτῶν τινες τὰς πόλεις ὁρῶντες, ὅτι ταῖς μὲν ἁλούσαις κατὰ κράτος ἀνδραποδισμοί τε ἠκολούθουν καὶ κατασκαφαί, ταῖς δὲ προσχωρούσαις καθʼ ὁμολογίας τὸ πειθαρχεῖν τοῖς κεκρατηκόσι μόνον, ἄλλο δὲ ἀνήκεστον οὐδέν.
51.2 πρῶτον μὲν οὖν Φικόλνεοι προσέθεντο αὐτῷ πόλις ἀξιόλογος ἐπὶ συγκειμένοις τισὶ δικαίοις, ἔπειτα Καμαρῖνοι, αἷς ἠκολούθησαν ἄλλαι τινὲς πολίχναι μικραὶ καὶ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi