Kitap 3
56.4
τῆς ἐφόδου. τῶν δʼ ἐν τοῖς χάραξι καταληφθέντων οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων μαχόμενοι κατεκόπησαν, οἱ δʼ εἰς τὴν συμβολὴν τῶν ποταμῶν ῥίψαντες ἑαυτοὺς οὐ δυνηθέντες ὑπερενεχθῆναι τὰς δίνας κατεπόθησαν· ἐφθάρη δέ τις αὐτῶν μοῖρα οὐκ ὀλίγη καὶ κατὰ τὴν βοήθειαν τῆς γεφύρας ὑπὸ τοῦ πυρός. λαβὼν δὲ ὁ Ταρκύνιος ἀμφότερα τὰ στρατόπεδα τὰ μὲν ἐν αὐτοῖς καταληφθέντα χρήματα τοῖς στρατιώταις ἐπέτρεψε διανείμασθαι, τοὺς δὲ αἰχμαλώτους πολλοὺς πάνυ ὄντας Σαβίνων τε αὐτῶν καὶ Τυρρηνῶν εἰς Ῥώμην ἀγαγὼν διὰ πολλῆς εἶχε φυλακῆς.
57.1
Σαβῖνοι μὲν οὖν ἐγνωσιμάχησαν ὑπὸ τῆς τότε συμφορᾶς βιασθέντες καὶ πρεσβευτὰς ἀποστείλαντες ἀνοχὰς ἐποιήσαντο τοῦ πολέμου σπονδὰς ἑξαετεῖς, Τυρρηνοὶ δὲ ὀργῇ φέροντες ὅτι ἥττηντό τε ὑπὸ Ῥωμαίων πολλάκις καὶ ὅτι τοὺς αἰχμαλώτους αὐτοῖς ὁ Ταρκύνιος οὐκ ἀπεδίδου πρεσβευσαμένοις, ἀλλʼ ἐν ὁμήρων κατεῖχε λόγῳ, ψήφισμα ποιοῦνται πάσας τὰς τῶν Τυρρηνῶν πόλεις κοινῇ τὸν κατὰ Ῥωμαίων πόλεμον ἐκφέρειν, τὴν δὲ μὴ μετέχουσαν τῆς στρατείας ἔκσπονδον εἶναι.
57.2
ταῦτʼ ἐπικυρώσαντες ἐξῆγον τὰς δυνάμεις καὶ διαβάντες τὸν Τέβεριν ἀγχοῦ Φιδήνης τίθενται τὰ ὅπλα. γενόμενοι δὲ τῆς πόλεως ταύτης ἐγκρατεῖς διὰ προδοσίας στασιασάντων πρὸς ἀλλήλους τῶν ἐν αὐτῇ καὶ πολλὰ μὲν σώματα λαβόντες, πολλὴν δὲ λείαν ἐκ τῆς Ῥωμαίων χώρας ἐλαύνοντες ἀπῆλθον ἐπʼ οἴκου, φρουρὰν ἐν τῇ Φιδήνῃ καταλιπόντες ἀποχρῶσαν. αὕτη γὰρ ἡ πόλις ὁρμητήριον αὐτοῖς ἔσεσθαι κράτιστον ἐδόκει τοῦ κατὰ Ῥωμαίων πολέμου.
57.3
βασιλεὺς δὲ Ταρκύνιος εἰς τοὐπιὸν ἔτος Ῥωμαίους τε σύμπαντας καθοπλίσας καὶ παρὰ τῶν συμμάχων ὅσους ἐδύνατο πλείστους παραλαβὼν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους ἔαρος ἀρχομένου, πρὶν ἐκείνους συναχθέντας ἐξ ἁπασῶν τῶν πόλεων ἐπʼ αὐτὸν ὡς πρότερον ἐλθεῖν· καὶ διελὼν εἰς δύο μοίρας ἅπασαν τὴν δύναμιν τῆς μὲν Ῥωμαῖκῆς στρατιᾶς αὐτὸς ἡγούμενος ἐπὶ τὰς πόλεις τῶν Τυρρηνῶν ἐστράτευσε, τῆς δὲ συμμαχικῆς, ἐν ᾗ τὸ πλεῖστον μέρος ἦν τῶν Λατίνων, Ἠγέριον τὸν ἑαυτοῦ συγγενῆ στρατηγὸν ἀποδείξας ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐκέλευσε χωρεῖν.