Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

57.4 ἡ μὲν οὖν συμμαχικὴ πλησίον τῆς Φιδήνης τὸν χάρακα οὐκ ἐν ἀσφαλεῖ χωρίῳ θεμένη διὰ τὸ καταφρονεῖν τῶν πολεμίων ὀλίγου τινὸς ἐδέησεν πᾶσα διαφθαρῆναι· οἱ γὰρ ἐν τῇ πόλει φρουροὶ βοήθειαν ἑτέραν παρὰ Τυρρηνῶν κρύφα μεταπεμψάμενοι καὶ φυλάξαντες καιρὸν ἐπιτήδειον ἐξελθόντες ἐκ τῆς πόλεως τόν τε χάρακα τῶν πολεμίων ἔλαβον ἐξ ἐφόδου φαύλως φυλαττόμενον καὶ τῶν ἐξεληλυθότων ἐπὶ
57.5 τὰς προνομὰς πολὺν εἰργάσαντο φόνον. ἡ δὲ Ῥωμαίων δύναμις ἧς Ταρκύνιος ἡγεῖτο τὴν Οὐιεντανῶν κείρουσα καὶ λεηλατοῦσα χώραν καὶ πολλὰς ὠφελείας ἐξενεγκαμένη συνελθούσης ἐξ ἁπασῶν τῶν Τυρρηνίδων πόλεων μεγάλης τοῖς Οὐιεντανοῖς ἐπικουρίας εἰς μάχην καταστᾶσα νίκην ἀναμφίλογον ἀναιρεῖται· καὶ μετὰ τοῦτο διεξιοῦσα τὴν χώραν τῶν πολεμίων ἀδεῶς ἐπόρθει γενομένη τε πολλῶν μὲν σωμάτων ἐγκρατής, πολλῶν δὲ χρημάτων οἷα ἐξ εὐδαίμονος χώρας, τελευτῶντος ἤδη τοῦ θέρους οἴκαδε ἀπῄει.
58.1 Οὐιεντανοὶ μὲν οὖν ἐξ ἐκείνης τῆς μάχης μεγάλως κακωθέντες οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, ἀλλʼ ἠνείχοντο κειρομένην τὴν χώραν ὁρῶντες. βασιλεὺς δὲ Ταρκύνιος τρισὶν εἰσβολαῖς χρησάμενος καὶ τριετῆ χρόνον ἀποστερήσας τοὺς Οὐιεντανοὺς τῶν ἐκ τῆς σφετέρας γῆς ἐπικαρπιῶν, ὡς ἔρημον ἐποίησε τὴν πλείστην καὶ ὡς οὐδὲν ἔτι βλάπτειν αὐτὴν εἶχεν, ἐπὶ τὴν Καιρητανῶν πόλιν ἦγε τὴν δύναμιν, ἣ πρότερον μὲν Ἄγυλλα ἐκαλεῖτο Πελασγῶν αὐτὴν κατοικούντων, ὑπὸ δὲ Τυρρηνοῖς γενομένη Καίρητα μετωνομάσθη, εὐδαίμων δʼ ἦν εἰ καί τις ἄλλη τῶν ἐν Τυρρηνίᾳ πόλεων καὶ πολυάνθρωπος·
58.2 ἐξ ἧς στρατιὰ μεγάλη μαχησομένη περὶ τῆς χώρας ἐξῆλθε καὶ πολλοὺς μὲν διαφθείρασα τῶν πολεμίων, πολλῷ δʼ ἔτι πλείους ἀποβαλοῦσα τῶν σφετέρων, εἰς τὴν πόλιν κατέφυγε. τῆς δὲ χώρας αὐτῶν οἱ Ῥωμαῖοι κρατοῦντες ἄφθονα πάντα παρεχομένης συχνὰς διέτριψαν ἡμέρας, καὶ ἐπειδὴ καιρὸς ἀπάρσεως ἦν, ἄγοντες ὅσας οἷοί τε ἦσαν ὠφελείας ἀπῄεσαν ἐπʼ οἴκου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi