Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

64.4 συνελθεῖν φθάνει διαβὰς τὸν Ἀνίητα ποταμόν. ταῦτα μαθὼν ὁ τῶν Σαβίνων στρατηγὸς ἐξῄει μὲν ὡς εἶχε τάχους τὴν νεωστὶ συνηγμένην δύναμιν ἀναλαβὼν καὶ στρατοπεδεύεται πλησίον τῶν Ῥωμαίων ἐπὶ λόφου τινὸς ὑψηλοῦ καὶ ἀποτόμου, μάχης δὲ ἄρχειν οὐκ ἐδοκίμαζεν ἕως αἱ λοιπαὶ τῶν Σαβίνων δυνάμεις συνέλθωσιν, ἀλλʼ ἐπὶ τοὺς προνομεύοντας τὴν χώραν ἐκπέμπων ἀεί τινας τῶν ἱππέων καὶ λόχους ἐγκαθίζων ὕλαις ἢ νάπαις εἶργε τοὺς Ῥωμαίους τῶν ἐπὶ τὴν χώραν ἐξόδων.
65.1 τοῦτον δὲ τὸν τρόπον αὐτοῦ χρωμένου τῷ πολέμῳ πολλαὶ μὲν συμπλοκαὶ καὶ κατʼ ὀλίγους ψιλῶν τε καὶ ἱππέων ἐγίνοντο, μάχη δὲ ὁλοσχερὴς ἁπάντων οὐδεμία. ἑλκομένου δὲ τοῦ χρόνου διʼ ὀργῆς φέρων τὴν διατριβὴν ὁ Ταρκύνιος ἐπὶ τὴν παρεμβολὴν τῶν πολεμίων τὰς δυνάμεις ἔκρινεν ἄγειν καὶ πολλὰς ἐποιήσατο προσβολάς.
65.2 ἔπειτα καταμαθὼν τῷ βιαίῳ τῶν τρόπων οὐ ῥᾳδίαν οὖσαν αὐτὴν ἁλῶναι διὰ τὴν ἐχυρότητα τῇ σπάνει τῶν ἐπιτηδείων πολεμεῖν τοῖς ἐν αὐτῇ διέγνω, καὶ παρὰ πάσας τὰς φερούσας· ἐπʼ αὐτὴν ὁδοὺς φρούρια κατασκευαζόμενος, ξυλίζεσθαί τε αὐτοὺς καὶ χιλὸν ἵπποις συναγαγεῖν καὶ ἄλλα πολλὰ ἐπιτήδεια λαμβάνειν ἐκ τῆς χώρας οὐκ ἐῶν εἰς πολλὴν κατέστησεν ἁπάντων ἀπορίαν· ὥστʼ ἠναγκάσθησαν φυλάξαντες νύκτα χειμέριον ὕδασι καὶ ἀνέμῳ φυγεῖν αἰσχρῶς ἐκ τοῦ χάρακος καταλιπόντες ἐν αὐτῷ τά τε ὑποζύγια καὶ τὰς σκηνὰς καὶ τοὺς τραυματίας καὶ τὴν εἰς τὸν πόλεμον παρασκευὴν ἅπασαν.
65.3 τῇ δʼ ἑξῆς ἡμέρᾳ μαθόντες οἱ Ῥωμαῖοι τὴν ἄπαρσιν αὐτῶν καὶ γενόμενοι τοῦ χάρακος ἀμαχητὶ κύριοι σκηνὰς μὲν καὶ ὑποζύγια καὶ χρήματα διήρπασαν, τοὺς δὲ αἰχμαλώτους ἀπάγοντες εἰς τὴν Ῥώμην ἀνέστρεψαν. οὗτος ὁ πόλεμος ἔτη πέντε διέμεινε συνεχῶς πολεμούμενος, ἐν ᾧ γῆν ἀμφότεροι τὴν ἀλλήλων πορθοῦντες καὶ μάχας πολλὰς ἐλάττους τε καὶ μείζους μαχόμενοι διετέλεσαν, ὀλίγα μέν τινα καὶ τῶν Σαβίνων εὐτυχούντων ἐν τοῖς ἀγῶσι, τὰ δὲ πλεῖστα Ῥωμαίων· ἐν δὲ τῇ τελευταίᾳ μάχῃ τέλος ἔλαβεν ὁλοσχερές.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi