Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

70.1 ὁ δὲ τῶν οἰωνοσκόπων ἐπιφανέστατος ὁ τοὺς βωμοὺς μεθιδρυσάμενος καὶ τὸ ἱερὸν τοῦ Διὸς τεμενίσας καὶ τἆλλα προλέγων τὰ θεῖα τῷ δήμῳ διὰ μαντικῆς αὐτὸς μὲν ἐκαλεῖτο τὸ κοινὸν ὄνομα καὶ προσηγορικὸν Νέβιος, τὸ δὲ συγγενικὸν Ἄττιος, ὃς ἁπάντων θεοφιλέστατος ὁμολογεῖται γενέσθαι τῶν ἀκριβούντων τὴν τέχνην καὶ μεγίστου τυχεῖν διʼ αὐτὴν ὀνόματος ἀπίστους τινὰς ὑπερβολὰς τῆς οἰωνομαντικῆς ἐπιστήμης ἐπιδειξάμενος· ὧν ἐγὼ μίαν, ἣν μάλιστα τεθαύμακα, προχειρισάμενος ἐρῶ προειπὼν ἐξ οἵας ὁρμηθεὶς συντυχίας καὶ τίνας ἀφορμὰς παρὰ τοῦ δαιμονίου λαβὼν τοσαύτην ἔσχεν ἐπιφάνειαν, ὥστε πάντας ἀζήλους ἀποδεῖξαι τοὺς κατὰ
70.2 τὴν αὐτὴν ἀκμάσαντας ἡλικίαν. πένης αὐτῷ πατὴρ ἐγένετο χωρίον εὐτελὲς γεωργῶν, ᾧ τά τε ἄλλα συνειργάζετο παῖς ὢν ὁ Νέβιος, ὅσα τοῖς τηλικούτοις δύναμις ἦν, καὶ τὰς ὗς ἐξελαύνων ἔβοσκεν. ἀποκοιμηθεὶς δέ ποτε καὶ μετὰ τὴν ἐξέγερσιν οὐχ εὑρίσκων τινὰς τῶν ὑῶν τέως μὲν ἔκλαιε τὰς πληγὰς ὀρρωδῶν τὰς παρὰ τοῦ πατρός, ἔπειτʼ ἐλθὼν ἐπὶ τὴν καλιάδα τὴν ἐν τῷ χωρίῳ καθιδρυμένην ἡρώων ἠξίου τούς ἥρωας συνεξευρεῖν αὐτῷ τὰς ὗς, γενομένου δὲ τούτου θύσειν αὐτοῖς ὑπέσχετο τὸν μέγιστον τῶν ἐκ τοῦ
70.3 χωρίου βοτρύων. εὑρὼν δὲ μετʼ ὀλίγον τὰς ὗς ἐβούλετο μὲν ἀποδοῦναι τοῖς ἥρωσι τὴν εὐχήν, ἐν ἀπορίᾳ δὲ ἦν πολλῇ τὸν μέγιστον οὐ δυνάμενος ἐξευρεῖν βότρυν. ἀδημονῶν δʼ ἐπὶ τῷ πράγματι τοὺς θεοὺς ἠξίου διʼ οἰωνῶν φανερὸν αὐτῷ ποιῆσαι τὸ ζητούμενον. ἔπειτʼ ἐπελθὸν αὐτῷ κατὰ δαίμονα διχῇ νέμει τὸν ἀμπελῶνα, θάτερα μὲν αὐτοῦ λαμβάνων ἐκ δεξιᾶς, θάτερα δʼ ἐξ ἀριστερᾶς, ἔπειθʼ ὑπὲρ ἑκατέρου τῶν μερῶν τοὺς παρακειμένους οἰωνοὺς ἐσκόπει. φανέντων δʼ ἐπὶ θατέρου μέρους ὀρνίθων, οἵων αὐτὸς ἐβούλετο, πάλιν ἐκεῖνο διχῇ διῄρει τὸ χωρίον καὶ τοὺς ὄρνιθας διέκρινε τοὺς παραγινομένους κατὰ τὸ αὐτό. ταύτῃ χρώμενος τῇ διαιρέσει τῶν τόπών καὶ τὴν ἐσχάτην ὑπὸ τῶν ὀρνίθων ἀποδειχθεῖσαν ἄμπελον ὑπελθὼν εὑρίσκει βότρυος ἄπιστόν τι χρῆμα καὶ αὐτὸν φέρων ἐπὶ τὴν καλιάδα τῶν ἡρώων ὁρᾶται πρὸς τοῦ πατρός.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi