Kitap 3
70.4
θαυμάσαντι δὲ τὸ μέγεθος τῆς σταφυλῆς καὶ πόθεν εἰλήφει πυνθανομένῳ διηγεῖται πάντα ἐξ ἀρχῆς. ὁ δʼ ὑπολαβών, ὅπερ ἦν, ἐμφύτους εἶναί τινας ἀρχὰς μαντικῆς ἐν τῷ παιδί, κομίσας αὐτὸν εἰς τὴν πόλιν γραμμάτων διδασκάλοις συνίστησιν· ἐπεὶ δὲ τῆς κοινῆς παιδείας ἀποχρώντως μετέλαβε, Τυρρηνῶν αὐτὸν παραδίδωσι τῷ λογιωτάτῳ
70.5
τὴν οἰωνοσκοπικὴν τέχνην διδαχθησόμενον. ἔχων δὲ τὴν ἔμφυτον ὁ Νέβιος μαντικὴν καὶ τὴν ἐπίκτητον παρὰ Τυρρηνῶν προσλαβὼν μακρῷ δή που τοὺς ἄλλους οἰωνοσκόπους ἅπαντας, ὡς ἔφην, ὑπερεβάλετο, εἰς ἁπάσας τε τὰς δημοσίας ἐπισκέψεις οἱ τῆς πόλεως οἰωνομάντεις οὐκ ὄντα ἐκ τοῦ συστήματος παρεκάλουν αὐτὸν διὰ τὴν ἐπιτυχίαν τῶν μαντευμάτων καὶ οὐθὲν ὅ τι μὴ δόξειεν ἐκείνῳ προὔλεγον.
71.1
οὗτος ὁ Νέβιος βουλομένῳ ποτὲ τῷ Ταρκυνίῳ τρεῖς φυλὰς ἑτέρας ἀποδεῖξαι νέας ἐκ τῶν ὑφʼ αὑτοῦ πρότερον κατειλεγμένων ἱππέων καὶ ποιῆσαι τὰς ἐπιθέτους φυλὰς ἑαυτοῦ τε καὶ τῶν ἰδίων ἑταίρων ἐπωνύμους μόνος ἀντεῖπε κατὰ τὸ καρτερόν, οὐκ ἐῶν κινεῖν τῶν ὑπὸ Ῥωμύλου κατασταθέντων οὐθέν.
71.2
ἀχθόμενος δʼ ἐπὶ τῇ κωλύσει καὶ διʼ ὀργῆς ἔχων τὸν Νέβιον ὁ βασιλεὺς καταβαλεῖν αὐτοῦ τὴν ἐπιστήμην εἰς τὸ μηδὲν ἐπεχείρησεν, ὡς ἀλαζονευομένου καὶ μηθὲν ἀληθὲς λέγοντος. ταῦτα διανοηθεὶς ἐκάλει τὸν Νέβιον ἐπὶ τὸ βῆμα πολλοῦ παρόντος ὄχλου κατὰ τὴν ἀγοράν. προδιαλεχθεὶς δὲ τοῖς περὶ αὐτὸν διʼ οὗ τρόπου ψευδόμαντιν ἀποδείξειν τὸν οἰωνοσκόπον ὑπελάμβανεν, ἐπειδὴ παρεγένετο φιλανθρώποις αὐτὸν ἀσπασμοῖς ἀναλαβών, Νῦν, ἔφη, καιρὸς ἐπιδείξασθαί σε τὴν ἀκρίβειαν τῆς μαντικῆς ἐπιστήμης, ὦ Νέβιε. πράξει γὰρ ἐπιχειρεῖν μεγάλῃ διανοούμενος, εἰ τὸ δυνατὸν αὐτῇ πρόσεστι μαθεῖν βούλομαι. ἀλλʼ ἄπιθι καὶ διαμαντευσάμενος ἧκε ταχέως, ἐγὼ δʼ ἐνθάδε καθήμενος ἀναμενῶ.