Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

71.3 ἐποίει τὰ κελευόμενα ὁ μάντις καὶ μετʼ οὐ πολὺ παρῆν αἰσίους εἰληφέναι λέγων οἰωνοὺς καὶ δυνατὴν εἶναι τὴν πρᾶξιν ἀποφαίνων. γελάσας δʼ ὁ Ταρκύνιος ἐπὶ τῷ λόγῳ καὶ προενέγκας ἐκ τοῦ κόλπου ξυρὸν καὶ ἀκόνην λέγει πρὸς αὐτόν, ἑάλωκας, ὦ Νέβιε, φενακίζων ἡμᾶς καὶ καταψευδόμενος τοῦ δαιμονίου καταφανῶς, ὁπότε καὶ τὰς ἀδυνάτους πράξεις τετόλμηκας λέγειν δυνατάς. ἔγωγʼ οὖν διεμαντευόμην, εἰ τῷ ξυρῷ τῷδε τὴν ἀκόνην πλήξας μέσην δυνήσομαι διελεῖν.
71.4 γέλωτος δʼ ἐξ ἁπάντων γενομένου τῶν περὶ τὸ βῆμα οὐθὲν ἐπιταραχθεὶς ὁ Νέβιος ὑπὸ τοῦ τωθασμοῦ τε καὶ τοῦ θορύβου, παῖε θαρρῶν, ἔφη, Ταρκύνιε, τὴν ἀκόνην, ὡς προαιρῇ· διαιρεθήσεται γὰρ ἢ πάσχειν ὁτιοῦν ἕτοιμος ἐγώ. θαυμάσας δὲ ὁ βασιλεὺς τὸ θράσος τοῦ μάντεως φέρει τὸ ξυρὸν κατὰ τῆς ἀκόνης, ἡ δὲ ἀκμὴ τοῦ σιδήρου διʼ ὅλου κατελθοῦσα τοῦ λίθου τήν τε ἀκόνην διαιρεῖ καὶ τῆς κατεχούσης αὐτὴν χειρὸς ἐπιτέμνει τι μέρος.
71.5 οἱ μὲν οὖν ἄλλοι πάντες ὡς τὸ θαυμαστὸν τοῦτο καὶ ἄπιστον ἔργον ἐθεάσαντο, καταπλαγέντες ἀνεβόησαν, ὁ δὲ Ταρκύνιος αἰδεσθεὶς ἐπὶ τῇ διαπείρᾳ τῆς τέχνης καὶ τὸ ἀπρεπὲς τῶν ὀνειδισμῶν ἐπανορθώσασθαι βουλόμενος πρῶτον μὲν τῶν περὶ τὰς φυλὰς ἐγχειρημάτων ἀπέστη, ἔπειτα δʼ αὐτὸν τὸν Νέβιον ἀποθεραπεῦσαι διαγνούς, ὡς ἁπάντων ἀνθρώπων θεοφιλέστατον, ἄλλαις τε πολλαῖς φιλανθρωπίαις ὑπηγάγετο καὶ ἵνα μνήμης αἰωνίου τυγχάνῃ παρὰ τῶν ἐπιγινομένων εἰκόνα κατασκευάσας αὐτοῦ χαλκῆν ἀνέστησεν ἐν ἀγορᾷ, ἣ καὶ εἰς ἐμὲ ἦν ἔτι πρὸ τοῦ βουλευτηρίου κειμένη πλησίον τῆς ἱερᾶς συκῆς ἐλάττων ἀνδρὸς μετρίου τὴν περιβολὴν ἔχουσα κατὰ τῆς κεφαλῆς. ὀλίγον δὲ ἄπωθεν αὐτῆς ἥ τε ἀκόνη κεκρύφθαι λέγεται κατὰ γῆς καὶ τὸ ξυρὸν ὑπὸ βωμῷ τινι· καλεῖται δὲ Φρέαρ ὁ τόπος ὑπὸ Ῥωμαίων. καὶ τὰ μὲν περὶ τοῦ μάντεως τούτου μνημονευόμενα ταῦτά ἐστι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi