Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 4

23.3 δὲ χρηστούς, μὴ περιορᾶν ὄντας ἀλλοτρίους· ἄτοπόν τε πρᾶγμα ποιεῖν αὐτοὺς ἔφη καὶ ἀμαθὲς ἅπασι τοῖς ξένοις ἐπιτρέποντας τῆς πόλεως μετέχειν καὶ μὴ διακρίνοντας αὐτῶν τὰς τύχας μηδʼ εἴ τινες ἐκ δούλων ἐγένοντο ἐλεύθεροι πολυπραγμονοῦντας, τοὺς δὲ παρὰ σφίσι δεδουλευκότας ἀναξίους ἡγεῖσθαι ταύτης τῆς χάριτος· φρονήσει τε διαφέρειν οἰομένους τῶν ἄλλων οὐδὲ τὰ ἐν ποσὶ καὶ κοινότατα ὁρᾶν ἔφασκεν, ἃ καὶ τοῖς φαυλοτάτοις εἶναι πρόδηλα, ὅτι τοῖς μὲν δεσπόταις πολλὴ φροντὶς ἔσται τοῦ μὴ προχείρως τινὰς ἐλευθεροῦν, ὡς τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν οἷς ἔτυχε δωρησομένοις· τοῖς δὲ δούλοις ἔτι μείζων ὑπάρξει προθυμία χρηστοῖς εἶναι περὶ τοὺς δεσπότας, ἐὰν μάθωσιν, ὅτι τῆς ἐλευθερίας ἄξιοι κριθέντες εὐδαίμονος εὐθέως καὶ μεγάλης ἔσονται πολῖται πόλεως, καὶ ταῦθʼ ἕξουσιν ἀμφότερα παρὰ τῶν δεσποτῶν τἀγαθά.
23.4 τελευτῶν δὲ τὸν περὶ τοῦ συμφέροντος εἰσηγήσατο λόγον τοὺς μὲν ἐπισταμένους ὑπομιμνήσκων, τοὺς δʼ ἀγνοοῦντας διδάσκων, ὅτι πόλει δυναστείας ἐφιεμένῃ καὶ μεγάλων πραγμάτων ἑαυτὴν ἀξιούσῃ οὐδενὸς οὕτω δεῖ πράγματος ὡς πολυανθρωπίας, ἵνα διαρκέσῃ πρὸς πάντας τοὺς πολέμους οἰκείοις ὅπλοις χρωμένη, καὶ μὴ ξενικοῖς στρατεύμασι καταμισθοφοροῦσα συνεξαναλωθῇ τοῖς χρήμασι· καὶ διὰ τοῦτʼ ἔφη τοὺς προτέρους βασιλεῖς ἅπασι μεταδεδωκέναι τῆς πολιτείας τοῖς ξένοις.
23.5 εἰ δὲ καὶ τοῦτον καταστήσονται τὸν νόμον, πολλὴν αὐτοῖς ἔλεγεν ἐκ τῶν ἐλευθερουμένων ἐπιτραφήσεσθαι νεότητα καὶ οὐδέποτε ἀπορήσειν τὴν πόλιν οἰκείων ὅπλων, ἀλλʼ ἕξειν δυνάμεις αἰεὶ διαρκεῖς, κἂν πρὸς πάντας ἀνθρώπους ἀναγκασθῇ πολεμεῖν.
23.6 χωρὶς δὲ τοῦ κοινῇ χρησίμου καὶ ἰδίᾳ πολλὰ ὠφελήσεσθαι τοὺς εὐπορωτάτους Ῥωμαίων, ἐὰν τοὺς ἀπελευθέρους ἐῶσι τῆς πολιτείας μετέχειν, ἐν ἐκκλησίαις τε καὶ ψηφοφορίαις καὶ ταῖς ἄλλαις πολιτικαῖς χρείαις τὰς χάριτας, ἐν οἷς μάλιστα δέονται πράγμασι, κομιζομένους καὶ τοὺς ἐκ τῶν ἀπελευθέρων γινομένους πελάτας τοῖς ἐγγόνοις τοῖς ἑαυτῶν καταλείποντας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi