Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 4

47.5 καὶ περὶ μὲν ἐμαυτοῦ τοσαῦτα λέγω· ὑμῖν δʼ, ὦ σύνεδροι, κινδύνων τὸν μέγιστον τρέχουσιν οὐ περὶ ἐμοῦ σκεπτέον ἐστὶ νυνί, πότερα χρηστὸς ἢ πονηρός εἰμι· τουτὶ γὰρ ἐξέσται καὶ μετὰ ταῦθʼ ὑμῖν σκοπεῖν· ἀλλὰ περὶ τῆς ὑμῶν αὐτῶν ἀσφαλείας καὶ περὶ τῆς τῶν πατρίδων ἐλευθερίας. ἐπιβουλεύεσθε γὰρ οἱ κορυφαιότατοι τῶν ἐν ταῖς πόλεσι καὶ τὰ κοινὰ πράττοντες ὑπὸ τοῦ καλοῦ τούτου δημαγωγοῦ, ὃς παρεσκεύασταί τε τοὺς ἐπιφανεστάτους ὑμῶν ἀποκτείνας ἐπιθέσθαι τῇ Λατίνων ἀρχῇ καὶ ἐπὶ τοῦθʼ
47.6 ἥκει. ταῦτα δʼ οὐκ εἰκάζων, ἀλλʼ ἀκριβῶς ἐπιστάμενος λέγω μηνύσεώς μοι γενομένης ἐν τῇ παρελθούσῃ νυκτὶ ὑπό τινος τῶν μετεσχηκότων τῆς συνωμοσίας. τεκμήριον δʼ ὑμῖν παρέξομαι τῶν λόγων ἔργον ἀναμφίλεκτον, ἐὰν ἐθελήσητε ἐλθεῖν ἐπὶ τὴν κατάλυσιν αὐτοῦ, τὰ κεκρυμμένα ἐν αὐτῇ δείξας ὅπλα.
48.1 ὡς δὲ ταῦτʼ εἶπεν, ἀνεβόησάν τε πάντες καὶ περὶ τοῖς ἀνδράσι δεδιότες ἐλέγχειν τὸ πρᾶγμα καὶ μὴ φενακίζειν ἠξίουν. καὶ ὁ Τύρνος, οἷα δὴ τὴν ἐπιβουλὴν οὐ προεγνωκώς, ἄσμενος τὴν ἐξέτασιν ἔφη δέχεσθαι καὶ τοὺς προέδρους ἐπὶ τὴν ἔρευναν τῆς καταλύσεως ἐκάλει καὶ δυεῖν γενέσθαι θάτερον ἔφη δεῖν, ἢ αὐτὸς ἀποθανεῖν, ἐὰν εὑρεθῇ παρεσκευασμένος ὅπλα ἔξω τῶν ἐνοδίων, ἢ τὸν καταψευσάμενον αὐτοῦ
48.2 δίκην ὑποσχεῖν. ἐδόκει ταῦτα· καὶ οἱ πορευθέντες ἐπὶ τὴν κατάλυσιν αὐτοῦ καταλαμβάνουσιν ἐν τοῖς σκευοφόροις τὰ κατακρυφθέντα ὑπὸ τῶν θεραπόντων ξίφη. μετὰ τοῦτο τὸν μὲν Τύρνον οὐκέτι λόγου τυχεῖν ἐάσαντες εἰς βάραθρόν τι καταβάλλουσι καὶ ἐπικατασκάψαντες ἔτι ζῶντος τὴν γῆν διαφθείρουσι παραχρῆμα.
48.3 τὸν δὲ Ταρκύνιον ἐπαινέσαντες ἐπὶ τῆς ἐκκλησίας ὡς κοινὸν εὐεργέτην τῶν πόλεων ἐπὶ τῷ σεσωκέναι τοὺς ἀρίστους ἄνδρας, ἡγεμόνα ποιοῦνται τοῦ ἔθνους ἐπὶ τοῖς αὐτοῖς τοῖς δικαίοις, ἐφʼ οἷς Ταρκύνιόν τε τὸν πάππον αὐτοῦ πρότερον ἐποιήσαντο καὶ μετὰ ταῦτα Τύλλιον· συνθήκας τε γράψαντες ἐν στήλαις καὶ περὶ φυλακῆς τῶν συγκειμένων ὅρκια τεμόντες διέλυσαν τὸν σύλλογον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi