Kitap 4
56.4
τὸ παραπλήσιον δὴ καὶ τοῦ Ταρκυνίου τότε ποιήσαντος συνεὶς τὴν διάνοιαν τοῦ πατρὸς ὁ Σέξτος, ὅτι κελεύει τοὺς ὑπερέχοντας τῶν Γαβίων ἀναιρεῖν, συνεκάλεσεν εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ πολὺν ὑπὲρ αὑτοῦ λόγον διαθέμενος, ὅτι καταπεφευγὼς εἰς τὴν ἐκείνων πίστιν ἅμα τοῖς ἑταίροις κινδυνεύει συλληφθεὶς ὑπό τινων τῷ πατρὶ παραδοθῆναι, τήν τʼ ἀρχὴν ἕτοιμος ἦν ἀποθέσθαι, καὶ πρὶν ἢ παθεῖν τι δεινὸν ἀπαίρειν ἐκ τῆς πόλεως ἐβούλετο δακρύων ἅμα καὶ τὴν ἑαυτοῦ τύχην κατολοφυρόμενος, ὥσπερ οἱ κατʼ ἀλήθειαν ὑπὲρ τῆς ψυχῆς ἀγωνιῶντες.
57.1
ἠρεθισμένου δὲ τοῦ πλήθους καὶ μετὰ πολλῆς. προθυμίας πυνθανομένου, τίνες εἰσὶν οἱ μέλλοντες αὐτὸν προδιδόναι, τὸν ἐπιφανέστατον τῶν Γαβίων Ἀντίστιον Πέτρωνα ὠνόμασεν, ὃς ἐν εἰρήνῃ τε πολλὰ καὶ σπουδαῖα πολιτευσάμενος καὶ στρατηγίας πολλὰς τετελεκὼς ἐπιφανέστατος ἁπάντων ἐγεγόνει· ἀπολογουμένου δὲ τοῦ ἀνδρὸς καὶ διὰ τὸ μηδὲν ἑαυτῷ συνειδέναι πᾶσαν ἐξέτασιν ὑπομένοντος ἔφη βούλεσθαι τὴν οἰκίαν αὐτοῦ διερευνῆσαι πέμψας ἑτέρους, αὐτὸς δʼ ἐπὶ τῆς ἐκκλησίας σὺν ἐκείνῳ, τέως ἂν οἱ πεμφθέντες ἔλθωσι, μένειν.
57.2
ἔτυχε δὲ διεφθαρκὼς αὐτοῦ τῶν θεραπόντων τινὰς ἀργυρίῳ τὰς ἐπὶ τὸν ὄλεθρον τοῦ Πέτρωνος κατασκευασθείσας ἐπιστολὰς σεσημειωμένας τῇ τοῦ πατρὸς σφραγῖδι λαβόντας ἔνδον ἀποθέσθαι. ὡς δʼ οἱ πεμφθέντες ἐπὶ τὴν ἔρευναν· οὐδὲν γὰρ ἀντεῖπεν ὁ Πέτρων, ἀλλʼ ἐφῆκε τὴν οἰκίαν ἐρευνᾶν· εὑρόντες, ἔνθα ἦν ἀποκεκρυμμένα τὰ γράμματα, παρῆσαν εἰς τὴν ἐκκλησίαν ἄλλας τε πολλὰς φέροντες ἐπιστολὰς ἐπισεσημασμένας καὶ τὴν πρὸς τὸν Ἀντίστιον γραφεῖσαν, ἐπιγινώσκειν φήσας τὴν σφραγῖδα τοῦ πατρὸς ὁ Σέξτος ἔλυσε, καὶ τῷ γραμματεῖ δοὺς ἐκέλευσεν ἀναγινώσκειν.
57.3
ἐγέγραπτο δʼ ἐν αὐτῇ, μάλιστα μὲν ζῶντα παραδοῦναι τὸν υἱὸν αὐτῷ καὶ κομίζεσθαι τοὺς διωμολογημένους μισθούς, ἐὰν δʼ ἀδύνατος ᾖ τοῦτο τὴν κεφαλὴν ἀποτεμόντα πέμψαι. ταῦτα δὲ ποιήσαντι αὐτῷ τε καὶ τοῖς συλλαβομένοις τοῦ ἔργου χωρὶς τῶν ἄλλων μισθῶν, οὓς πρότερον ὑπέσχητο, πολιτείαν τε τὴν ἐν Ῥώμῃ δώσειν ἔφη καὶ εἰς τὸν τῶν πατρικίων ἀριθμὸν ἅπαντας ἐγγράψειν οἰκίας τε καὶ κλήρους καὶ