Kitap 4
6.4
παραγίνεται δʼ εἰς Ῥώμην Ἄγκου Μαρκίου βασιλεύοντος, ὡς μὲν Γέλλιος ἱστορεῖ κατὰ τὸν πρῶτον ἐνιαυτὸν τῆς βασιλείας, ὡς δὲ Λικίννιος γράφει κατὰ τὸν ὄγδοον. ἔστω δὴ κατὰ τοῦτον ἐληλυθὼς τὸν ἐνιαυτόν, καθʼ ὃν γράφει Λικίννιος, καὶ μὴ πρότερον· ἐν ὑστέρῳ μὲν γὰρ οὐκ ἂν εἴη χρόνῳ παραγεγονώς, εἴγε δὴ κατὰ τὸν ἔνατον ἐνιαυτὸν τῆς Ἄγκου δυναστείας ἱππέων ἡγούμενος ἐπὶ τὸν πρὸς Λατίνους πόλεμον ὑπὸ τοῦ βασιλέως πέμπεται, ὡς ἀμφότεροι λέγουσιν οἱ συγγραφεῖς· εἰ δὴ παρεγένετο μὲν εἰς Ῥώμην οὐ πλείω τῶν πέντε καὶ εἴκοσι γεγονὼς ἐτῶν, Ἄγκῳ δὲ βασιλεῖ κατὰ τὸν ὄγδοον τῆς ἀρχῆς ἐνιαυτὸν φίλος γενόμενος ἑπτακαίδεκα διέτριψεν ἔτη παρʼ αὐτῷ τὰ λοιπά· τέτταρα γὰρ ἐπὶ τοῖς εἴκοσι βεβασίλευκεν Ἄγκος· ἔτη δʼ ὀκτὼ καὶ τριάκοντα τὴν βασιλείαν κατέσχεν αὐτὸς ὡς ἅπαντες ὁμολογοῦσιν, ὀγδοηκονταέτης ἂν ἦν, ὅτʼ ἐτελεύτα. ἐκ γὰρ τοῦ συλλογισμοῦ
6.5
τῶν ἐτῶν τοῦτο συνάγεται τὸ πλῆθος. ἡ γυνὴ δʼ εἰ πέντε ἔτεσιν ἦν αὐτοῦ νεωτέρα καθάπερ εἰκός, ἑβδομηκοστὸν ἂν δήπου καὶ πέμπτον εἶχεν ἔτος, ὅτʼ ἀπέθνησκε Ταρκύνιος. εἰ δὴ τὸν νεώτερον τῶν υἱῶν ἔσχατον ἐκύησεν ἔτος ἔχουσα πεντηκοστόν· προσωτέρω γὰρ οὐκέτι κυΐσκεται τούτου τοῦ χρόνου γυνή, ἀλλʼ ἔστιν οὗτος αὐτὸς τῶν ὠδίνων ὁ ὅρος, ὡς οἱ ταῦτʼ ἐξητακότες γράφουσιν· οὗτος μὲν οὖν οὐκ ἂν ἐλάττω γεγονὼς ἦν ἐτῶν πέντε καὶ εἴκοσι κατὰ τὸν τοῦ πατρὸς θάνατον, ὁ δὲ Λεύκιος ὁ πρεσβύτερος οὐ μείων ἑπτακαιεικοσαέτους· οὐκ ἄρα νηπίους κατέλιπεν υἱοὺς