Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 4

84.3 ταύτην εἰ βουλομένοις ὑμῖν ἐστι τὴν γνώμην εἶναι κυρίαν, διαστάντες κατὰ τὰς φράτρας ψῆφον ἐπενέγκατε, καὶ τοῦθʼ ὑμῖν πρῶτον ἀρξάτω τὸ δικαίωμα τῆς ἐλευθερίας. ἐγίνετο ταῦτα· καὶ ἐπειδὴ πᾶσαι τὴν φυγὴν τῶν τυράννων αἱ φρᾶτραι κατεψηφίσαντο, παρελθὼν πάλιν ὁ Βροῦτος λέγει· ἐπειδὴ τὰ πρῶτα ἡμῖν κεκύρωται κατὰ τὸ δέον, ἀκούσατε καὶ τὰ λοιπὰ
84.4 ὅσα βεβουλεύμεθα περὶ τῆς πολιτείας. ἡμῖν σκοπουμένοις, τίς ἀρχὴ γενήσεται τῶν κοινῶν κυρία, βασιλείαν μὲν οὐκέτι καταστήσασθαι δοκεῖ, ἄρχοντας δὲ δύο καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι βασιλικὴν ἕξοντας ἐξουσίαν, οὓς ἂν ὑμεῖς ἐν ἀρχαιρεσίαις ἀποδείξητε ψῆφον ἐπιφέροντες κατὰ λόχους. εἰ δὴ καὶ ταῦτα βουλομένοις ἐστὶν ὑμῖν, ἐπιψηφίσατε. ἐπῄνει καὶ ταύτην τὴν γνώμην ὁ δῆμος, καὶ ψῆφος οὐδεμία ἐγένετο ἐναντία.
84.5 μετὰ τοῦτο παρελθὼν ὁ Βροῦτος ἀποδείκνυσι μεσοβασιλέα τὸν ἐπιμελησόμενον τῶν ἀρχαιρεσιῶν κατὰ τοὺς πατρίους νόμους Σπόριον Λουκρήτιον· κἀκεῖνος ἀπολύσας τὴν ἐκκλησίαν ἐκέλευσεν ἅπαντας ἥκειν εἰς τὸ πεδίον, ἔνθα σύνηθες αὐτοῖς ἦν ἀρχαιρεσιάζειν, ἔχοντας τὰ ὅπλα ἐν τάχει. ἀφικομένων δʼ αὐτῶν ἄνδρας αἱρεῖται δύο τοὺς πράξοντας ὅσα τοῖς βασιλεῦσιν ἐξῆν, Βροῦτόν τε καὶ Κολλατῖνον· καὶ ὁ δῆμος καλούμενος κατὰ λόχους ἐπεκύρωσε τοῖς ἀνδράσι τὴν ἀρχήν. καὶ τὰ μὲν κατὰ πόλιν ἐν τῷ τότε χρόνῳ πραχθέντα τοιαῦτʼ ἦν.
85.1 βασιλεὺς δὲ Ταρκύνιος ὡς ἤκουσε παρὰ τῶν ἀπὸ τῆς πόλεως ἀγγέλων, οἷς ἐξεγένετο πρώτοις πρὶν ἢ κλεισθῆναι τὰς πύλας διαδρᾶναι, τοσοῦτο μόνον ἀπαγγελλόντων, ὅτι κατέχει τὴν ἐκκλησίαν Βροῦτος δημαγωγῶν καὶ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλῶν, οὐδενὶ τῶν ἄλλων φράσας ἠπείγετο τοὺς υἱοὺς ἀναλαβὼν καὶ τῶν ἑταίρων τοὺς πιστοτάτους, ἐλαύνων τοὺς ἵππους ἀπὸ ῥυτῆρος, ὡς φθάσων τὴν ἀπόστασιν. εὑρὼν δὲ κεκλεισμένας τὰς πύλας καὶ μεστὰς ὅπλων τὰς ἐπάλξεις ᾤχετο πάλιν ἐπὶ τὸ στρατόπεδον ὡς εἶχε τάχους οἰμώζων καὶ δεινοπαθῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi