Kitap 5
61.5
εἰ μὲν οὖν βουλήσονται δίκας Ἀρικηνοῖς ὑπέχειν ἐπὶ τὸ κοινὸν τῶν Λατίνων ἀφικόμενοι δικαστήριον καὶ στέρξουσι τοῖς ὑπὸ πάντων δικασθησομένοις, οὐδὲν αὐτοῖς ἔφασαν δεήσειν πολέμου· εἰ δὲ τὴν συνήθη φυλάξαντες αὐθάδειαν, οὐδὲν ἀξιώσουσι συγχωρεῖν τοῖς συγγενέσι τῶν δικαίων καὶ μετρίων, ἠπείλουν πολεμήσειν αὐτοῖς Λατίνους ἅπαντας ἀνὰ κράτος.
62.1
ταῦτα προκαλουμένων τῶν πρεσβευτῶν οὐκ ἀξιοῦσα δίκην ὑποσχεῖν Ἀρικηνοῖς ἡ βουλή, περὶ ὧν οἱ κατηγοροῦντες ἔμελλον γίνεσθαι κριταί, καὶ οὐδὲ μέχρι τούτων κριτὰς ἔσεσθαι ὑπολαμβάνουσα τοὺς ἐχθρούς, ἀλλὰ προσθήσειν ἔτι βαρύτερα τούτων ἐπιτάγματα, δέχεσθαι τὸν πόλεμον ἐψηφίσαντο. τῆς μὲν οὖν ἀρετῆς ἕνεκα καὶ τῆς ἐμπειρίας τῶν ἀγώνων οὐδεμίαν ὑπελάμβανον καταλήψεσθαι τὴν πόλιν συμφοράν, τὸ δὲ πλῆθος ὠρρώδει τῶν πολεμίων· καὶ πολλαχῇ διαπέμπουσα πρέσβεις παρεκάλει τὰς πλησιοχώρους πόλεις ἐπὶ συμμαχίαν, ἀντιπρεσβευομένων εἰς τὰς αὐτὰς καὶ τῶν Λατίνων καὶ πολλὰ τῆς Ῥώμης κατηγορούντων.
62.2
Ἕρνικες μὲν οὖν κοινῇ συνελθόντες ὕποπτα καὶ οὐδὲν ὑγιὲς ἀμφοτέραις ταῖς πρεσβείαις ἀπεκρίναντο, συμμαχήσειν μὲν οὐδετέροις λέγοντες κατὰ τὸ παρόν, βουλεύσεσθαι δʼ ὁπότεροι δικαιότερα ἀξιοῦσι κατὰ σχολήν, τῇ δὲ βουλῇ χρόνον ἐνιαύσιον ἀποδώσειν.
62.3
Ῥότολοι δὲ Λατίνοις μὲν ἐπικουρίαν πέμψειν ἄντικρυς ὑπέσχοντο, Ῥωμαίοις δʼ ἐὰν βουληθῶσι καταλύσασθαι τὴν ἔχθραν, διὰ σφῶν μετριωτέρους παρέξειν Λατίνους ἔφασαν καὶ τὰς συμβάσεις αὐτοῖς διαιτήσειν. Οὐολοῦσκοι δὲ καὶ θαυμάζειν ἔλεγον τῆς Ῥωμαίων ἀναισχυντίας, ὅτι συνειδότες ἑαυτοῖς, ὅτι τά τʼ ἄλλα ἠδικηκότες ἦσαν αὐτοὺς καὶ τὰ τελευταῖα ὡς τῆς χώρας τὴν κρατίστην αὐτοὺς ἀφελόμενοι κατεῖχον, οὐδὲν ἧσσον ἐτόλμησαν ἐπὶ συμμαχίαν ἐχθροὺς ὄντας σφᾶς παρακαλεῖν, συνεβούλευόν τʼ αὐτοῖς ἀποδοῦσι τὴν χώραν τότε παρʼ αὐτῶν ὡς φίλων ἀπαιτεῖν τὰ δίκαια. Τυρρηνοὶ δʼ ἀμφοτέροις ἐμποδῶν ἐγίνοντο, Ῥωμαίοις μὲν σπονδὰς γεγονέναι λέγοντες οὐ πρὸ πολλοῦ, πρὸς δὲ Ταρκυνίους συγγένειαν εἶναι σφίσι καὶ φιλίαν.