Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 6

11.3 ἄλλων ἐπιλέκτων ἱππέων ἐπιβοηθήσαντος αὐτοῖς. οὗτοι μὲν οὖν πάλιν ἀναλαβόντες· αὑτοὺς ἐμάχοντο, οἱ δὲ τῆς φάλαγγος ἡγεμόνες ἑκατέρας Τῖτος Αἰβούτιος καὶ Μαμίλιος Ὀκταούιος λαμπρότατα πάντων ἀγωνιζόμενοι, καὶ τρέποντες μὲν τοὺς ὑφισταμένους καθʼ ὃ χωρήσειαν μέρος, ἀντικαθιστάντες δὲ τῶν σφετέρων τοὺς θορυβηθέντας, χωροῦσιν ἐκ προκλήσεως ὁμόσε, καὶ συρράξαντες πληγὰς κατʼ ἀλλήλων φέρουσιν ἰσχυράς, οὐ μὴν καιρίους, ὁ μὲν ἱππάρχης εἰς τὰ στέρνα τοῦ Μαμιλίου διὰ θώρακος ἐλάσας τὴν αἰχμἠν, ὁ δὲ Μαμίλιος μέσον περονήσας τὸν δεξιὸν ἐκείνου βραχίονα· καὶ πίπτουσιν ἀπὸ τῶν ἵππων.
12.1 ἀποκομισθέντων δʼ ἀμφοτέρων ἐκ τῆς μάχης ὁ τεταγμένος αὖθις πρεσβευτὴς Μάρκος Οὐαλέριος τὴν τοῦ ἱππάρχου παρειληφὼς ἡγεμονίαν, ἐπιστὰς σὺν τοῖς ἀμφʼ αὐτὸν ἱππεῦσιν ἐπὶ τοὺς κατὰ πρόσωπον καὶ μικρὸν ἀντισχὼν χρόνον ἐξωθεῖται ταχέως τῆς τάξεως ἐπὶ πολύ· ἧκον δὲ καὶ τούτοις ἐκ τῶν φυγάδων τῶν ἐκ Ῥώμης ἱππέων τε καὶ ψιλῶν βοήθειαι, καὶ ὁ Μαμίλιος ἀνειληφὼς ἐκ τῆς πληγῆς ἑαυτὸν ἤδη παρῆν αὖθις ἄγων πλῆθος ἱππέων τε καὶ πεζῶν καρτερόν· ἐν τούτῳ τῷ ἀγῶνι ὅ τε πρεσβευτὴς Μάρκος Οὐαλέριος, ὁ τὸν κατὰ Σαβίνων πρῶτος καταγαγὼν θρίαμβον καὶ τὸ φρόνημα τῆς πόλεως τεταπεινωμένον ἐκ τοῦ Τυρρηνικοῦ πταίσματος ἀναστήσας, δόρατι πληγεὶς πίπτει, καὶ περὶ αὐτὸν ἄλλοι Ῥωμαίων πολλοὶ καὶ
12.2 ἀγαθοί. περὶ δὲ τῷ πτώματι αὐτοῦ γίνεται καρτερὸς ἀγὼν Ποπλίου καὶ Μάρκου τῶν Ποπλικόλα παίδων τὸν θεῖον ὑπερασπισάντων. ἐκεῖνον μὲν οὖν ἀσκύλευτόν τε· καὶ μικρὸν ἔτι ἐμπνέοντα τοῖς ὑπασπισταῖς ἀναθέντες ἀπέστειλαν ἐπὶ τὸν χάρακα, αὐτοὶ δʼ εἰς μέσους τοὺς πολεμίους ὑπὸ λήματός τε καὶ προθυμίας ὠσάμενοι καὶ πολλὰ τραύματα λαβόντες, ἀθρόων περιχυθέντων σφίσι τῶν φυγάδων, ἀποθνήσκουσιν ἅμα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi