Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 6

19.4 πολλῷ τε κρείττονα καὶ βεβαιοτέραν ἀποφαίνων ἀρχήν, ἥτις εὐεργεσίαις, ἀλλὰ μὴ τιμωρίαις κρατεῖν βούλεται τῶν ὑπηκόων· τῇ μὲν γὰρ εὔνοιαν ἀκολουθεῖν, τῇ δὲ φόβον, ἀνάγκην δʼ εἶναι φύσεως πάντα μάλιστα μισεῖσθαι τὰ φοβερά· τελευτῶν δὲ τοῦ λόγου παραδείγμασιν αὐτοὺς ἠξίου χρῆσθαι τοῖς κρατίστοις τῶν προγόνων ἔργοις, ἐφʼ οἷς ἐπαίνων ἐτύγχανον ἐκεῖνοι, ἐπιλεγόμενος ὅσας ἁλούσας κατὰ κράτος πόλεις οὐ κατασκάπτοντες οὐδὲ ἡβηδὸν ἀναιροῦντες οὐδʼ ἐξανδραποδιζόμενοι, ἀλλʼ ἀποικίας τῆς Ῥώμης ποιοῦντες, καὶ τοῖς βουλομένοις τῶν κρατηθέντων παρὰ σφίσι κατοικεῖν πολιτείας μεταδιδόντες, μεγάλην ἐκ μικρᾶς ἐποιοῦντο τὴν πόλιν. κεφάλαιον δʼ αὐτοῦ τῆς γνώμης ἦν ἀνανεώσεσθαι τὰς σπονδὰς πρὸς τὸ κοινὸν τῶν Λατίνων, ἃς ἦσαν πεποιημένοι πρότερον, καὶ μηδενὸς τῶν ἁμαρτημάτων μηδεμιᾷ πόλει μνησικακεῖν.
20.1 Σερουίλιος δὲ Σουλπίκιος περὶ μὲν τῆς εἰρήνης καὶ τῆς ἀνανεώσεως τῶν σπονδῶν οὐδὲν ἀντέλεγεν· ἐπειδὴ δὲ πρότεροι τὰς σπονδὰς ἔλυσαν Λατῖνοι, καὶ οὐχὶ τότε πρῶτον, ὥστε συγγνώμης τινὸς αὐτοῖς δεῖν ἀνάγκην καὶ ἀπάτην προβαλλομένοις, ἀλλὰ πολλάκις ἤδη καὶ πρότερον, ὥστε καὶ διορθώσεως σφίσι δεῖν, τὴν μὲν ἄδειαν ἅπασι συγκεχωρῆσθαι καὶ τὴν ἐλευθερίαν διὰ τὸ συγγενές, τῆς δὲ γῆς τὴν ἡμίσειαν αὐτοὺς ἀφαιρεθῆναι καὶ κληρούχους ἀποσταλῆναι Ῥωμαίων εἰς αὐτήν, οἵ τινες ἐκείνην καρπώσονται καὶ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi