Kitap 6
21.2
νῦν μὲν οὖν, ἔφη, παντὸς ἠλευθερωμένοι δέους πορεύεσθε, ἐὰν δὲ τοὺς αἰχμαλώτους ἀπολύσητε καὶ τοὺς αὐτομόλους παραδῶτε ἡμῖν καὶ τοὺς φυγάδας ἐξελάσητε, τότε τοὺς περὶ φιλίας τε καὶ συμμαχίας διαλεξομένους πρέσβεις πέμπετε πρὸς ἡμᾶς, ὡς οὐδενὸς ἀτυχήσοντες τῶν μετρίων. ἀπῄεσαν οἱ πρέσβεις ταύτας τὰς ἀποκρίσεις λαβόντες καὶ μετʼ ὀλίγας ἡμέρας ἧκον τούς τʼ αἰχμαλώτους ἀφεικότες καὶ τοὺς ἁλόντας τῶν αὐτομόλων δεσμίους ἄγοντες καὶ τοὺς ἅμα Ταρκυνίῳ φυγάδας ἐξεληλακότες ἐκ τῶν πόλεων. ἀνθʼ ὧν εὕροντο παρὰ τῆς βουλῆς τὴν ἀρχαίαν φιλίαν καὶ συμμαχίαν καὶ τοὺς ὅρκους τοὺς ὑπὲρ τούτων ποτὲ γενομένους διὰ τῶν εἰρηνοδικῶν ἀνενεώσαντο. ὁ μὲν δὴ πρὸς τοὺς τυράννους συστὰς πόλεμος τετρακαιδεκαέτης ἀπὸ τῆς ἐκπτώσεως αὐτῶν γενόμενος τοιαύτης ἔτυχε τελευτῆς.
21.3
Ταρκύνιος δʼ ὁ βασιλεύς, οὗτος γὰρ ἔτι λοιπὸς ἐκ τοῦ γένους ἦν, ὁμοῦ τι γεγονὼς ἐνενηκονταέτης κατὰ τὸν χρόνον τοῦτον, ἀπολωλεκὼς τὰ τέκνα καὶ τὸν τῶν κηδεστῶν οἶκον καὶ γῆρας ἐλεεινὸν καὶ παρʼ ἐχθροῖς διαντλῶν, οὔτε Λατίνων ὑποδεχομένων αὐτὸν ἔτι ταῖς πόλεσιν, οὔτε Τυρρηνῶν οὔτε Σαβίνων οὔτʼ ἄλλης πλησιοχώρου πόλεως ἐλευθέρας οὐδεμιᾶς, εἰς τὴν Καμπανίδα Κύμην ᾤχετο πρὸς Ἀριστόδημον τὸν ἐπικληθέντα Μαλακὸν τυραννοῦντα τότε Κυμαίων· παρʼ ᾧ βραχύν τινα ἡμερῶν ἀριθμὸν ἐπιβιοὺς ἀποθνήσκει καὶ θάπτεται ὑπʼ αὐτοῦ. τῶν δὲ σὺν ἐκείνῳ φυγάδων οἱ μὲν ἐν τῇ Κύμῃ κατέμειναν, οἱ δʼ εἰς ἄλλας τινὰς πόλεις σκεδασθέντες ἐπὶ ξένης τὸν βίον κατέστρεψαν.