Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 6

26.2 ταῦτʼ εἰπὼν ἐρρίπτει τὸ ῥάκιον καὶ ἐδείκνυε τὸ στῆθος μεστὸν τραυμάτων, τὰ δὲ νῶτα αἵματος ἐκ τῶν πληγῶν ἀνάπλεω. κραυγῆς δὲ καὶ οἰμωγῆς ἐκ τῶν παρόντων γινομένης ἥ τε βουλὴ διελύθη καὶ κατὰ τὴν πόλιν ὅλην δρόμος ἦν τῶν ἀπόρων τὴν ἰδίαν τύχην ἀνακλαιομένων καὶ βοηθεῖν τοὺς πέλας ἀξιούντων· ἔκ τε τῶν οἰκιῶν οἱ πρὸς τὰ χρέα δουλωθέντες ἐξώρμων κομῶντες, ἁλύσεις ἔχοντες οἱ πλεῖστοι καὶ πέδας οὐδενὸς ἀντιλαμβάνεσθαι τολμῶντος αὐτῶν, εἰ δʼ ἅψαιτο μόνον, ἐν χειρῶν νόμῳ διασπαραττομένου.
26.3 τοσαύτη λύττα τὸν δῆμον ἐν τῷ τότε καιρῷ κατεῖχε, καὶ μετʼ οὐ πολὺ μεστὴ τῶν ἐκφυγόντων τὰς ἀνάγκας ἦν ἡ ἀγορά. ὁ μὲν οὖν Ἄππιος δείσας τὴν ἐφʼ ἑαυτὸν ὁρμὴν τοῦ πλήθους, ἐπειδὴ τῶν κακῶν ἦν αἴτιος, καὶ διʼ ἐκεῖνον ἐδόκει ταῦτα γεγονέναι, φεύγων ἐκ τῆς ἀγορᾶς ᾤχετο. ὁ δὲ Σερουίλιος ῥίψας τὴν περιπόρφυρον ἐσθῆτα καὶ προκυλιόμενος τῶν δημοτικῶν ἑκάστου μετὰ δακρύων, μόλις αὐτοὺς ἔπεισεν ἐκείνην μὲν τὴν ἡμέραν ἐπισχεῖν, εἰς δὲ τὴν ἐπιοῦσαν ἥκειν, ὡς τῆς βουλῆς ἐπιμέλειάν τινα περὶ αὐτῶν ποιησομένης. ταῦτʼ εἰπὼν καὶ τὸν κήρυκα ἀνειπεῖν κελεύσας μηδένα τῶν δανειστῶν ἐξεῖναι σῶμα πολιτικὸν πρὸς ἴδιον χρέος ἄγειν, ἕως ἂν ἡ βουλὴ περὶ αὐτῶν διαγνοίη, τοὺς δὲ παρόντας ὅποι βούλοιντο ἀδεῶς ἀπιέναι, διέλυσε τὸν θόρυβον.
27.1 τότε μὲν οὖν ᾤχοντο ἐκ τῆς ἀγορᾶς, τῇ δʼ ἑξῆς ἡμέρᾳ παρῆν οὐ μόνον ὁ κατὰ πόλιν ὄχλος, ἀλλὰ καὶ ἐκ τῶν σύνεγγυς ἀγρῶν τὸ δημοτικὸν πλῆθος καὶ ἦν ἐξ ἑωθινοῦ πλήρης ἡ ἀγορά. τῆς δὲ βουλῆς συναχθείσης, ἵνα περὶ τούτων βουλεύσειεν, ὅ τι χρὴ πράττειν, ὁ μὲν Ἄππιος δημοκόπον ἐκάλει τὸν συνάρχοντα καὶ τῆς ἀπονοίας τῶν ἀπόρων ἡγεμόνα, ὁ δὲ Σερουίλιος ἐκεῖνον αὐστηρὸν καὶ αὐθάδη καὶ τῶν παρόντων τῇ πόλει κακῶν αἴτιον· τέλος δʼ οὐδὲν ἐγίνετο τῶν λόγων.
27.2 ἐν δὲ τούτῳ Λατίνων ἱππεῖς κατὰ σπουδὴν ἐλαύνοντες τοὺς ἵππους παρῆσαν εἰς τὴν ἀγορὰν ἐξεληλυθότας ἀγγέλλοντες τοὺς πολεμίους μεγάλῃ στρατιᾷ καὶ ὄντας ἐπὶ τοῖς ἑαυτῶν ὁρίοις ἤδη. καὶ οἱ μὲν ταῦτα, οἱ δὲ πατρίκιοι καὶ τὸ τῶν ἱππέων πλῆθος τῶν τʼ ἄλλων, ὅσοι πλούτους ἢ δόξας προγονικὰς εἶχον, οἷα δὴ περὶ μεγάλων κινδυνεύοντες ὡπλίζοντο διὰ τάχους·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi