Kitap 6
28.3
ταῦτα καὶ ὅσα ἄλλα ἐν τοιούτῳ καιρῷ λεχθῆναι προσῆκε διεξελθὼν τελευτῶν ὑπὲρ τῆς ἰδίας εὐνοίας, ἣν ἔχων διετέλει πρὸς τὸν δῆμον, ἀπελογεῖτο, καὶ ἠξίου συνάρασθαι τῆς στρατείας αὐτῷ ταύτης, ἀνθʼ ὧν πρόθυμος εἰς αὐτοὺς ἦν, τῆς μὲν κατὰ πόλιν ἐπιμελείας τῷ συνάρχοντι προσηκούσης, ἑαυτῷ δὲ τῆς ἡγεμονίας τῶν πολέμων ἀποδεδομένης· ταύτας γὰρ τὰς τύχας αὐτοῖς βραβεῦσαι τὸν κλῆρον. ὑπεσχῆσθαι δʼ αὑτῷ ἔφη τὴν βουλὴν ἐμπεδώσειν, ὅ τι ἂν διομολογήσηται τῷ πλήθει, αὑτὸν δʼ ἐκείνοις, πείσειν τοὺς δημότας μὴ προδώσειν τοῖς πολεμίοις τὴν πατρίδα.
29.1
ταῦτʼ εἰπὼν ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν, ὅσοι ἂν Ῥωμαίων ἐπὶ τὸν κατʼ αὐτῶν πόλεμον ἐκστρατεύσωσι, τὰς τούτων οἰκίας μηδένα ἐξεῖναι μήτε πωλεῖν μήτʼ ἐνεχυράζειν μήτε γένος αὐτῶν ἀπάγειν πρὸς μηδὲν συμβόλαιον μήτε κωλύειν τὸν βουλόμενον τῆς στρατείας κοινωνεῖν. ὅσοι δʼ ἂν ἀπολειφθῶσι τῆς στρατείας, τὰς κατὰ τούτων πράξεις ὑπάρχειν τοῖς δανεισταῖς, ἐφʼ οἷς ἑκάστοις συνέβαλον. ὡς δὲ ταῦτʼ ἤκουσαν οἱ πένητες, αὐτίκα συνέγνωσάν τε καὶ πολλῇ προθυμίᾳ πάντες εἰς τὸν πόλεμον ὥρμηντο, οἱ μὲν ἐλπίσιν ὠφελειῶν ὑπαχθέντες, οἱ δὲ τοῦ στρατηλάτου χάριτι, οἱ δὲ πλεῖστοι τὸν Ἄππιον καὶ τοὺς ἐν τῇ πόλει κατὰ τῶν ὑπομεινάντων προπηλακισμοὺς φεύγοντες.
29.2
παραλαβὼν δʼ ὁ Σερουίλιος τὸ στράτευμα σὺν πολλῇ σπουδῇ ἐλαύνει διαλιπὼν οὐδένα χρόνον, ἵνα συμμίξῃ τοῖς πολεμίοις, πρὶν εἰς Ῥωμαίων χώραν αὐτοὺς εἰσβαλεῖν· καὶ καταλαβὼν περὶ τὸ Πωμεντῖνον χωρίον ἐστρατοπεδευκότας καὶ τὴν Λατίνων χώραν προνομεύοντας, ὅτι παρακαλοῦσιν αὐτοῖς οὐ συνήραντο τοῦ πολέμου, περὶ δείλην ὀψίαν παρὰ λόφον τινὰ ὡς εἴκοσι στάδια τῆς στρατοπεδείας αὐτῶν ἀφεστῶτα τίθεται τὸν χάρακα· καὶ αὐτοῖς νυκτὸς ἐπιτίθενται Οὐολοῦσκοι ὀλίγους τε δόξαντες εἶναι καὶ ὡς ἐξ ὁδοῦ μακρᾶς κατακόπους προθυμίας τʼ ἐνδεῶς ἔχοντας διὰ τοὺς ἐκ τῶν πενήτων περὶ τὰ χρέα νεωτερισμοὺς ἐν ἀκμῇ μάλιστα δοκοῦντας εἶναι.