Kitap 6
33.2
ὁ δὲ Ποστόμιος παρακελευσάμενος τοῖς ἀμφʼ αὑτὸν ἀπὸ τῶν ἵππων καταβῆναι καὶ ποιήσας στῖφος ἀνδρῶν ἑξακοσίων, ἐν οἷς μάλιστα ἔκαμνε τοῖς Ῥωμαίοις κατὰ πρανοῦς ὠθουμένοις χωρίου ἡ φάλαγξ, ἐν τούτοις συνάπτει τοῖς πολεμίοις, καὶ αὐτίκα συνίστησιν αὐτῶν τὰς τάξεις. ὡς δʼ ἅπαξ ἀνεκόπησαν οἱ βάρβαροι, θάρσος ἐνέπεσε τοῖς Ῥωμαίοις, καὶ φιλονεικία τοῖς πεζοῖς πρὸς τοὺς ἱππεῖς· καὶ καθʼ ἓν ἀμφότεροι πυργηδὸν ἐξωθοῦσι τὸ δεξιὸν κέρας τῶν πολεμίων ἕως τοῦ λόφου· καὶ οἱ μὲν τοῖς περὶ τὸν χάρακα φεύγουσιν ἑπόμενοι πολλοὺς ἀπέκτειναν, οἱ δὲ τοῖς ἔτι μαχομένοις κατὰ νώτου ἐπῆγον.
33.3
τρεψάμενοι δὲ κἀκείνους εἰς φυγὴν ἐπίπονόν τε καὶ βραδεῖαν τὴν ἀποχώρησιν ποιουμένους πρὸς ὀχθώδη χωρία ἐδίωκον, τένοντάς τε ὑποκόπτοντες ποδῶν καὶ τὰς ἰγνῦς πλαγίοις τοῖς ξίφεσι διαιροῦντες, ἕως ἐπὶ τὸν χάρακα αὐτῶν ἀφίκοντο. βιασάμενοι δὲ καὶ τούτου τοὺς φύλακας οὐ πολλοὺς ὄντας ἐκράτησαν τοῦ στρατοπέδου καὶ διήρπασαν· ὠφελείας μέντοι οὐ πολλὰς εὗρον, ὅτι μὴ ὅπλα καὶ ἵππους, καὶ εἴ τι ἄλλο πολεμιστήριον χρῆμα ἦν. ταῦτα οἱ περὶ Σερουίλιον καὶ Ἄππιον ὕπατοι ἔπραξαν.
34.1
μετὰ ταῦτα παραλαμβάνουσι τὴν ὑπατικὴν ἀρχὴν Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Οὐετούριος Γέμινος, ἄρχοντος Ἀθήνησι Θεμιστοκλέους, ἑξηκοστῷ καὶ διακοσιοστῷ μετὰ τὴν κτίσιν ἔτει, μελλούσης εἰς τοὐπιὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα δεύτερον Τισικράτης Κροτωνιάτης. ἐπὶ τούτων Σαβῖνοι πάλιν ἐπὶ Ῥωμαίους στρατιὰν ἐξάγειν μείζονα παρεσκευάζοντο, καὶ Μεδυλλῖνοι Ῥωμαίων ἀποστάντες πρὸς τὸ Σαβίνων ἔθνος ὅρκους ἐποιήσαντο περὶ συμμαχίας.