Kitap 6
5.1
μαθόντες δʼ οἱ στρατηγοὶ τῶν πολεμίων καταλαμβανόμενα καὶ τὰ κατὰ νώτου σφῶν ἐρυμνὰ καὶ οὐδὲ περὶ τῆς οἴκοθεν ἀγορᾶς χρηστὰς ἔτι ἐλπίδας ἔχοντες ὡς ἀσφαλῶς σφίσι παρακομισθησομένης, ἀπαράξαι τοὺς Ῥωμαίους ἔγνωσαν ἀπὸ τοῦ λόφου, πρὶν ἢ χάρακι καὶ τάφρῳ κρατύνασθαι.
5.2
ἀναλαβὼν δὲ τὴν ἵππον ἅτερος αὐτῶν Σέξτος ἤλαυνεν ἀνὰ κράτος αὐτήν, ὡς οὐ δεξομένης αὐτὸν τῆς Ῥωμαϊκῆς ἵππου. γενναίως δὲ τῶν Ῥωμαίων ἱππέων τοὺς ἐπιόντας ὑπομεινάντων μέχρι μέν τινος ἀντεῖχεν ὑποστρέφων τε καὶ αὖθις ἐπάγων· ἐπεὶ δʼ ἥ τε φύσις τοῦ χωρίου τοῖς μὲν ἤδη κρατοῦσι τῶν ἄκρων μεγάλα πλεονεκτήματα παρεῖχε, τοῖς δὲ κάτωθεν ἐπιοῦσιν οὐδὲν ὅ τι μὴ πολλὰς πάνυ πληγὰς καὶ πόνους ἀνηνύτους ἔφερε, καὶ αὖθις ἑτέρα παρῆν δύναμις τοῖς Ῥωμαίοις ἐπιλέκτων ἀνδρῶν ἐκ τῆς πεζικῆς φάλαγγος ἐπίκουρος, ἣν ὁ Ποστόμιος κατὰ πόδας ἀπέστειλεν, οὐδὲν ἔτι πράττειν δυνάμενος ἀπῆγε τὴν ἵππον ἐπὶ τὸν χάρακα· καὶ οἱ Ῥωμαῖοι βεβαίως κρατοῦντες τὸ χωρίον προφανῶς κρατύνονται τὴν φυλακήν.
5.3
μετὰ τοῦτο τὸ ἔργον τοῖς περὶ Μαμίλιον καὶ Σέξτον ἐδόκει μὴ πολὺν διὰ μέσου ποιεῖν τὸν χρόνον, ἀλλʼ ὀξείᾳ κρῖναι τὰ πράγματα μάχῃ. τῷ δὲ δικτάτορι τῶν Ῥωμαίων καταρχὰς οὕτως ἔχοντι προαιρέσεως, ὡς ἀμαχητὶ καταλύσεσθαι τὸν πόλεμον καὶ παντὸς μάλιστα διὰ τὴν ἀπειρίαν τῶν ἀντιστρατήγων τοῦτο ποιήσειν ἐλπίσαντι, τότʼ ἐφάνη χωρεῖν ἐπὶ τὸν ἀγῶνα. ἑάλωσαν γάρ τινες ὑπὸ τῶν φρουρούντων τὰς ὁδοὺς ἱππέων ἄγγελοι γράμματα φέροντες παρʼ Οὐολούσκων πρὸς τοὺς στρατηγοὺς τῶν Λατίνων δηλοῦντα, ὅτι πολλαὶ δυνάμεις αὐτοῖς ἐπὶ συμμαχίαν ἥξουσιν εἰς ἡμέραν τρίτην μάλιστα καὶ αὖθις ἕτεραι παρʼ Ἑρνίκων.