Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 6

6.2 θεοὶ μὲν ἡμῖν ὑπισχνοῦνται διʼ οἰωνῶν τε καὶ σφαγίων καὶ τῆς ἄλλης μαντικῆς ἐλευθερίαν τῇ πόλει παρέξειν καὶ νίκην εὐτυχῆ, ἀμοιβάς τε ἡμῖν ἀποδιδόντες ἀγαθάς, ἀνθʼ ὧν αὐτοὺς σέβοντες καὶ τὰ δίκαια ἀσκοῦντες ἐν παντὶ τῷ βίῳ ἡμῶν διετελέσαμεν, καὶ τοῖς ἐχθροῖς ἡμῶν νεμεσῶντες κατὰ τὸ εἰκός, ὅτι πολλὰ καὶ μεγάλα πεπονθότες ὑφʼ ἡμῶν ἀγαθὰ συγγενεῖς τε ὄντες καὶ φίλοι καὶ τοὺς αὐτοὺς ὀμωμοκότες ἕξειν ἐχθροὺς καὶ φίλους, ἁπάντων ὑπεριδόντες τούτων πόλεμον ἐπιφέρουσιν ἡμῖν ἄδικον, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας, ὁποτέρους ἡμῶν μᾶλλον αὐτὴν ἔχειν προσῆκεν· ἧττον γὰρ ἂν ἦν δεινόν· ἀλλʼ ὑπὲρ τῆς Ταρκυνίων τυραννίδος, ἵνα δούλην ἀντʼ ἐλευθέρας τὴν πόλιν αὐτοῖς ποιήσωσι.
6.3 χρὴ δὲ καὶ ὑμᾶς, ἄνδρες λοχαγοί τε καὶ στρατιῶται, μαθόντας, ὅτι συμμάχους ἔχετε τοὺς θεούς, οἵπερ αἰεὶ τὴν πόλιν σώζουσιν, ἄνδρας ἀγαθοὺς γενέσθαι περὶ τόνδε τὸν ἀγῶνα· ἐπισταμένους, ὅτι τῆς παρὰ θεῶν βοηθείας ὑπάρχει τυγχάνειν τοῖς γενναίως ἀγωνιζομένοις καὶ πάντα τὰ παρʼ ἑαυτοῖς εἰς τὸ νικᾶν πρόθυμα παρεχομένοις, οὐ τοῖς φεύγουσιν ἐκ τῶν κινδύνων, ἀλλὰ τοῖς βουλομένοις ὑπὲρ ἑαυτῶν ταλαιπωρεῖν. ὑπάρχει δʼ ἡμῖν πολλὰ μὲν καὶ ἄλλα πλεονεκτήματα πρὸς τὸ νικᾶν ὑπὸ τῆς τύχης παρεσκευασμένα, τρία δὲ πάντων κάλλιστα καὶ φανερώτατα.
7.1 πρῶτον μὲν τὸ παρʼ ἀλλήλων πιστόν, οὗ μάλιστα δεῖ τοῖς μέλλουσι τῶν ἐχθρῶν κρατήσειν. οὐ γὰρ ἀρξαμένους ὑμᾶς τήμερον ἀλλήλοις εἶναι βεβαίους φίλους δεῖ καὶ πιστοὺς συμμάχους, ἀλλʼ ἡ πατρὶς ἐκ πολλοῦ τοῦθʼ ἅπασι παρεσκεύακε τἀγαθόν. καὶ γὰρ ἐτράφητε ὁμοῦ καὶ παιδείας ἐτύχετε κοινῆς καὶ θεοῖς ἐπὶ τῶν αὐτῶν βωμῶν ἐθύετε καὶ πολλῶν μὲν ἀγαθῶν ἀπολελαύκατε, πολλῶν δὲ κακῶν πεπείρασθε κοινῇ, ἐξ ὧν ἰσχυραὶ καὶ ἀδιάλυτοι πεφύκασι συγκεράννυσθαι πᾶσιν ἀνθρώποις φιλίαι· ἔπειτα δʼ ὁ περὶ τῶν μεγίστων κοινὸς ἅπασιν ὑπάρχων ἀγών.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi